Honorary decree of boule and demos of Ephesos for Euphronios Hegemonos of Akarnania; c. 302 BC; found at Ephesos: Wood, App. 2 no. 19; GIBM 449; Michel 488; SGDI 5589; Syll3 353; SEG 4, 560; Oliver, Sacred Gerousia 1; Hellenica 3, 79-85; *IEph 1449; SEG 30, 1299; FiE IX 1 no. H2.  
[ ] IEph 1449
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἡρογείτων εἶπεν· περὶ ὧν οἱ νεωποῖαι καὶ οἱ κουρῆτες κατασταθέντες διελέχθησαν
τῆι βουλῆι καὶ τὸ ψήφισμα ἤνεγκαν τῆς γερουσίας καὶ τῶν ἐπικλήτων ὑπὲρ Εὐφρονίου πολιτείας, δεδόχθαι τῆι βουλῆι·
ἐπειδὴ Εὐφρόνιος Ἡγήμονος Ἀκαρνὰν πρότερόν τε εὔνους ὢν καὶ πρόθυμος διετέλει περὶ τὸν δῆμον τὸν Ἐφεσίων, καὶ νῦν
ἀποσταλείσης πρεσβείας πρὸς Πρεπέλαον ὑπὸ τῆς γερουσίης καὶ τῶν ἐπικλήτων ὑπὲρ τοῦ σταθμοῦ τοῦ ἱεροῦ καὶ τῆς ἀτελεί-
5 ας τῆι θεῶι συνδιοίκησεν μετὰ τῆς πρεσβείας ὅπως ἂν ἡ ἀτέλ[ει]α ὑπάρχηι τῆι θεῶι, καὶ τὰ λοιπὰ ἐν ἅπασι καιροῖς διατελεῖ
χρήσιμος ὢν καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τ[ῶ]μ πολιτῶν· ἐγνῶσθαι ἐπαινέσαι τε Εὐφρόνιον εὐνοίας ἕνεκεν
ἣν ἔχει περί τε τὸ ἱερὸν καὶ τὴμ πόλιν, καὶ δοῦναι αὐτῶι πολιτε[ία]ν ἐφ’ ἵσηι καὶ ὁμοίηι αὐτῶι καὶ ἐκγόνοις, ἀναγράψαι δὲ αὐτῶι τὴμ
πολιτείαν εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος οὗ καὶ αἱ λοιπαὶ πολιτε[ῖαι ἀ]ναγεγραμμέναι εἰσίν· ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν καὶ εἰς
χιλιαστύν, ὅπως ἂν εἰδῶσι πάντες ὅτι ὁ δῆμος ὁ Ἐφεσίων τοὺς εὐεργ[ετοῦ]ντας τό τε ἱερὸν καὶ τὴμ πόλιν τιμᾶι δωρεαῖς ταῖς προσηκούσαις.
10 ἔλαχε φυλὴν Ἐφεσεύς, χιλιαστὺν Ἀργαδεύς.
Search Help