Honorary decree of Demetriastai for sons of Drusus the
Younger; AD 19/23; found at Ephesos: Sotiriu, AD 7, 1921, 200,
no. 1; AnnEpig 1926, 14; Keil, JÖAI 24, 1928 Beibl. 61-67; SEG 4,
515; AnnEpig 1929, 124; FiE IV 3 no. 37; *IEph 4337.
[ ]
IEph 4337
1 | [—]χ̣ο․[— πάσης ἠξιώθη?] |
[μαρ]τυρίας παρά [τ]ε [ἡμεῖν καὶ τῷ] | |
[δή]μῳ, τὰ δὲ νῦν ἀσμένως χρώ[με]- | |
νος τῇ ἰδίᾳ {καλο} καλοκαγαθίᾳ μεγα- | |
5 | λοψύχως {ὡς} κα[θ’] ἕκαστον ἐνιαυ- |
τὸν μετὰ τῶν παίδων μόνος κα[ὶ] | |
πρῶτος ὑπέμεινεν ἐπ’ ἐνιαυτῷ | |
τὰ δαπανήματα κοσμητήαν τε | |
καὶ γυμνασιαρχίαν καὶ ❦ νυκτερινή- | |
10 | αν καὶ ὑδροπαροχίαν· δι’ ὃ οἱ Δημητρι- |
ασταὶ θαυμάσαντες αὐτοῦ τὸ πρὸς | |
αὐτοὺς εὔνουν ἔκρειναν ἀμοιβά- | |
σασθαι αὐτὸ ταῖς πρεπούσαις τει- | |
μαῖς· ὅπως οὖν ὑπάρχουσιν ἱερεῖς | |
15 | [δ]ιὰ βίου ἐπὶ διμοιρίᾳ καὶ ἀλειτουρ- |
[γ]ησίᾳ αὐτὸς μὲν Βᾶσσος τῆς Ἀρ- | |
τέμιδος, Σερβιλία δὲ Σεκοῦνδα | |
τῆς Σεβαστῆς Δήμητρος Καρπο- | |
φόρου, Πρόκλος δὲ νέων Διοσκόρων | |
20 | Δρούσου Καίσαρος υἱῶν. κατασκευ- |
ασθῆναι δὲ αὐτῶν εἰκόνας γραπτ- | |
άς· τεθήσονται δὲ ἐν τῷ εὐθέτῳ τό- | |
πῳ ἐν τῷ δημοσίῳ ἔχουσαι ἐπιγρα- | |
φὴν τὴν καθήκουσαν· τεθήσονται | |
25 | δὲ γενομένου ψηφίσματος ὑπό τε |
τῆς βουλῆς καὶ τοῦ δήμου· δεδόχθαι | |
τοῖς πρὸ πόλεως Δημητριασταῖς γε- | |
νέσθαι καθότι προγέγραπται. |