Honorary decree of Demetriastai for sons of Drusus the Younger; AD 19/23; found at Ephesos: Sotiriu, AD 7, 1921, 200, no. 1; AnnEpig 1926, 14; Keil, JÖAI 24, 1928 Beibl. 61-67; SEG 4, 515; AnnEpig 1929, 124; FiE IV 3 no. 37; *IEph 4337.  
[ ] IEph 4337
1 [—]χ̣ο․[— πάσης ἠξιώθη?]
[μαρ]τυρίας παρά [τ]ε [ἡμεῖν καὶ τῷ]
[δή]μῳ, τὰ δὲ νῦν ἀσμένως χρώ[με]-
νος τῇ ἰδίᾳ {καλο} καλοκαγαθίᾳ μεγα-
5 λοψύχως {ὡς} κα[θ’] ἕκαστον ἐνιαυ-
τὸν μετὰ τῶν παίδων μόνος κα[ὶ]
πρῶτος ὑπέμεινεν ἐπ’ ἐνιαυτῷ
τὰ δαπανήματα κοσμητήαν τε
καὶ γυμνασιαρχίαν καὶ ❦ νυκτερινή-
10 αν καὶ ὑδροπαροχίαν· δι’ ὃ οἱ Δημητρι-
ασταὶ θαυμάσαντες αὐτοῦ τὸ πρὸς
αὐτοὺς εὔνουν ἔκρειναν ἀμοιβά-
σασθαι αὐτὸ ταῖς πρεπούσαις τει-
μαῖς· ὅπως οὖν ὑπάρχουσιν ἱερεῖς
15 [δ]ιὰ βίου ἐπὶ διμοιρίᾳ καὶ ἀλειτουρ-
[γ]ησίᾳ αὐτὸς μὲν Βᾶσσος τῆς Ἀρ-
τέμιδος, Σερβιλία δὲ Σεκοῦνδα
τῆς Σεβαστῆς Δήμητρος Καρπο-
φόρου, Πρόκλος δὲ νέων Διοσκόρων
20 Δρούσου Καίσαρος υἱῶν.  κατασκευ-
ασθῆναι δὲ αὐτῶν εἰκόνας γραπτ-
άς· τεθήσονται δὲ ἐν τῷ εὐθέτῳ τό-
πῳ ἐν τῷ δημοσίῳ ἔχουσαι ἐπιγρα-
φὴν τὴν καθήκουσαν· τεθήσονται
25 δὲ γενομένου ψηφίσματος ὑπό τε
τῆς βουλῆς καὶ τοῦ δήμου· δεδόχθαι
τοῖς πρὸ πόλεως Δημητριασταῖς γε-
νέσθαι καθότι προγέγραπται.
Search Help
Contact Us