Report of official recording sale of royal land of
Antiochos II to Laodike; 253 BC: Haussoullier, RPh 25, 1901,
8-17; Haussoullier, Milet 76-112; OGIS 225, ll. 33-50; Welles 20;
SEG 16, 710; *IDidyma 492C (PH); SEG 19, 676. (See also Didyma
20-21).
[ ]
IDid 492C
| 52 | [․․․․․․․․․․c.24․․․․․․․․․․]μ̣ε̣ν̣․․․ι̣α̣ v Δίου· ἔτο̣[υς ․․] |
| [․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․] Πάννο[υ κώμη] | |
| [καὶ ἡ βᾶρις καὶ ἡ χώρα καὶ οἱ ὑπάρχοντε]ς λα[οί· παρεδείχ]- | |
| 55 | [θη] δ̣ὲ̣ Ἀ̣ρ̣ρ̣ι̣δαίωι τῶι ο̣ἰ̣κο̣ν̣ομοῦντι τὰ Λαοδίκης [ὑπ]ὸ̣ [․․6․․․] |
| [κ]ράτους τοῦ ὑπάρχου ἥ τε κώμη καὶ ἡ βᾶρις καὶ ἡ προσοῦσ[α χώ]- | |
| [ρα] κατὰ τὸ παρὰ Νικομάχου τοῦ οἰκονόμου πρόσταγμα, [ὧι] | |
| [ὑ]πεγέγραπτο καὶ τὸ παρὰ Μητροφάνους καὶ τὸ παρὰ τοῦ β̣[α]- | |
| [σι]λέως γραφὲν πρὸς αὐτόν, καθ’ ἃ ἔδει περιορισθῆναι· ἀπὸ | |
| 60 | [μ]ὲν ἡλίου ἀνατολῶν ἀπὸ τῆς Ζελειτίδος χώρας τῆς μὲν |
| [π]ρὸς τῆν Κυζικηνὴν ὁδὸς βασιλικὴ ἡ ἀρχαία ἡ ἄγουσα ἐπ[ὶ] | |
| Πάννου κώμης ἐπάνω τῆς κώμης καὶ τῆς βάρεως, ἡ συ[ν]- | |
| [δ]ειχθεῖσα ὑπό τε Μενεκράτου Βακχίου Πυθοκωμίτου | |
| [κ]αὶ Δάου Ἀζαρέτου καὶ Μηδείου Μητροδώρου Παννοκωμ[ι]- | |
| 65 | τῶν, καταρηρομένη δὲ ὑπὸ τῶν γειτνιώντων τῶι τόπωι· ἀπὸ |
| δὲ ταύτης παρὰ τὸν τοῦ Διὸς βωμὸν τὸν ὄντα ἐπάνω τῆς | |
| βάρεως καὶ ὡς ὁ τάφος ἐν δεξιᾶι τῆς ὁδοῦ· ἀπὸ δὲ τοῦ | |
| [τ]άφου αὐτὴ ἡ ὁδὸς ἡ βασιλικὴ ἡ ἄγουσα διὰ τῆς Εὐπαν- | |
| [ν]ήσης ἕως ποταμοῦ τοῦ Αἰσήπου. ἐστηλώθη δὲ καὶ | |
| 70 | [ἡ χώ]ρα κατὰ τὰ ὅρια τὰ παραδειχθέντα. vacat |