Inventory of donations; 275/4 BC: *IDidyma 428 (PH); Pouilloux, Choix, pp. 140-2, no. 36.  
[ ] IDid 428
1 ἐπὶ στεφανηφόρου τοῦ θεοῦ τοῦ μετὰ τὸν θεὸν
ταμιευόντων τῶν ἱερῶν χρημάτων Ξούθου
τοῦ Σίμου, Θεοδότου τοῦ Διονυσοδώρου, Διοφάνου[ς]
τοῦ Δωριέως, Λυκόφρονος τοῦ Μοιρίου, Ζωπύρου το[ῦ]
5 Νέωνος, Τιμοθέου τοῦ Θευδώρου τάδε <ἀ>νετέθη· φι<ά>λη παρὰ Ἰ[α]-
σέων ἔχουσα ἐπίσημον Ἀπόλλωνος πρόσωπον, ὁλκὴ δραχμ[αὶ]
ἑκατόν· ἄλλα φιάλια τέσσαρα, ἀνάθημα Κριτολάου Κασσανδρέω[ς,]
ὁλκὴ Ἀλεξανδρείου δραχμαὶ ἑκατὸν ἐνενήκοντα ἐννέα· ἄλλο
φιάλιον τὸ ἀπὸ τῶν λ<ύ>τρων, ὁλκὴ δραχμαὶ δεκαεννέα ὀβολοὶ δύο.
10 ταῦτά τε καὶ ὅσα παρελάβομεν παρὰ τῶν ταμιῶν τῶν ἐπὶ τοῦ θεο[ῦ]
τοῦ μετὰ Ποσείδιππον παρεδ<ώ>καμεν τοῖς ταμίαις τοῖς̣ ἐπὶ Αισχυλί-
νου Ἐπιδαυρίωι Ἐπιδαυρίου, Λεοντεῖ Τλεισίου, Βάττωι Θαρσαγόρου, Ἀξιόχω[ι]
Κτησιόχου, Ἀντιπάτρωι Γόργου, Πολυξένωι Ἀριστείδου.
{²Space of about 14 lines empty.}²
Search Help
Contact Us