Letter of Antiochos II to general Metrophanes; 253 BC:
Haussoullier, RPh 25, 1901, 8-17; Haussoullier, Milet 76-112;
OGIS 225, ll. 1-33 ; 6. Mil-Ber. 35-7, ll. 17-30; Welles 18; SEG
16, 710; *IDidyma 492B (PH); SEG 19, 676; SEG 37, 878. (See also
Didyma 21, 128).
[ ]
IDid 492B
| 17 | Δαισίου. Βασιλεὺς Ἀντίοχος Μητροφάνει χαίρειν. πεπ[ρά]- |
| καμεν Λαοδίκηι Πάννου κώμην καὶ τὴν βᾶριν καὶ τὴν προσο[ῦ]- | |
| σαν χώραν τῆι κώμηι %⁶⁰ ὅρος τῆι τε Ζελειτίδι χώραι καὶ τῆι Κυζικ̣[η]- | |
| 20 | [ν]ῆι καὶ τῆι ὁδῶι τῆι ἀρχαίαι, ἣ ἦμ μὲν ἐπάνω Πάννου κώμης, συ- |
| νηροτρία̣τ̣α̣[ι δὲ ὑπὸ τ]ῶ̣ν γεωργούντων πλησίον ἕνεκεν τοῦ ἀ- | |
| ποτεμέσθαι τὸ χω̣ρ̣ί̣ο̣ν̣ (τ̣ὴ̣μ̣ μ̣ὲ̣ν̣ Π̣ά̣ν̣[νου κώμηι ὐπ]ά̣ρχουσαν συμβα[ί]- | |
| νει ὕστερον γεγενῆσθαι) %⁶⁰ καὶ εἴ τινες εἰς τὴν χώ[ρα]ν ταύτην ἐμ[πί]- | |
| πτουσιν τόποι καὶ τοὺς ὐπάρχοντας αὐτό[θι λ]α̣ο̣ὺ[ς πα]- | |
| 25 | νοικίους σὺν τοῖς ὑπάρχουσιν πᾶσιν καὶ σὺν ταῖς τοῦ [ἐ]- |
| νάτου καὶ πεντηκοστοῦ ἔτους προσόδοις ἀρ[γυ]- | |
| ρίου ταλάντων τριάκοντα, ὁμοίως δὲ καὶ εἴ τινες ἐ- | |
| [κ] τῆς κώμης ταύτης ὄντες λαοὶ μετεληλύθασιν εἰς ἄλλου- | |
| ς τόπους· ἐφ’ ὧι οὐθὲν ἀποτελεῖ εἰς τὸ βασιλικὸν καὶ κυρία ἔ[σ]- | |
| 30 | ται προσφερομένη πρὸς πόλιν, ἣν ἂν βούληται· κατὰ ταὐτὰ δ[ὲ] |
| καὶ οἱ παρ’ αὐτῆς πριάμενοι ἢ λαβόντες αὐτοί τε ἕξου- | |
| σιν κυρίως καὶ πρὸς πόλιν προσοίσονται, ἣν ἄν βούλω[ν]ται, | |
| ἐάμπερ μὴ Λαοδίκη τυγχάνει πρότερον προσενηνε- | |
| γμένη πρὸς πόλιν, οὕτω δὲ κεκτήσονται, οὗ ἂν ἡ χώρα ἦι προ- | |
| 35 | σωρισμένη ὑπὸ Λαοδίκης. τὴν δὲ τιμὴν συντετάχα- |
| μεν ἀνενεγκεῖν εἰς τὸ † κατὰ στρατείαν γαζοφυλάκ[ι]- | |
| ον ἐν τρισὶν ἀναφοραῖς, ποιουμένου<ς> τὴμ μὲν μίαν ἐν τῶι Αὐ- | |
| δναίωι μηνὶ τῶι ἐν τῶι ἑξηκοστῶι ἔτει, τὴν δὲ ἑτέραν ἐ[ν] | |
| τῶι Ξανδικῶι, τὴν δὲ τρίτην ἐν τῆι ἐχομένηι τριμήνωι. | |
| 40 | σύνταξον παραδεῖξαι Ἀρριδαίωι τῶι οἰκονομοῦντι τὰ Λαοδί- |
| κης τήν τε κώμην καὶ τὴν βᾶριν καὶ τὴν προσοῦσαν χώραν | |
| καὶ τοὺς λαοὺς πανοικίους σὺν τοῖς ὑπάρχουσιν αὐτοῖς | |
| πᾶσιν καὶ τὴν ὠνὴν ἀναγράψαι εἰς τὰς βασιλικὰς γραφὰς | |
| τὰς ἐν Σάρδεσιν καὶ εἰς στήλας λιθίνας πέντε· τού- | |
| 45 | των τὴμ μὲν μίαν θεῖναι ἐν Ἰλίωι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, |
| τὴν δὲ ἑτέραν ἐν τῶ<ι> ἱερῶι τῶι ἐν Σαμοθράκηι, τὴν δὲ ἑτέ- | |
| ραν ἐν Ἐφέσωι ἐν τῶι ἱερῶι τῆς Ἀρτέμιδος, τὴν δὲ τε- | |
| τάρτην ἐν Διδύμοις ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν | |
| δὲ πέμπτην ἐν Σάρδεσιν ἐν τῶι ἱερῶι τῆς Ἀρτέμιδος· εὐ- | |
| 50 | θέως δὲ καὶ περιορίσαι καὶ στηλῶσαι τὴν χώραν καὶ [προσ]- |
| [αναγράψ]α̣ι τὸν περιορισμὸν εἰς τὰς στήλας τὰ[ς ․․5․․] |