Letter of King Seleukos (I) to Miletos giving donations to
temple of Apollo at Didyma, with inventory of donations; 288/7
BC: CIG 2852; Haussoullier, Milet 194-7; OGIS 214; Welles 5;
IDidyma 424; Vidman, Sylloge 289; Pouilloux, Choix, pp. 143-5,
no. 37; Günther, Orakel 43-50; *Günther, MDAI(I) 27-8, 1977-8,
261-6 (PH); SEG 27, 730; Petzl, EA 13, 1989, 131-133, no. 5.
[ ]
MDAI(I) 1977-78, 261-66
| 1 | ἐπὶ στεφανηφόρου Ποσειδίππου, |
| ταμιευόντων τῶν ἱερῶν χρημά- | |
| των Τιμέα τοῦ Φύρσωνος, Ἀρισταγόρα | |
| τοῦ Φιλήμονος, Κλεομήδους τοῦ Κρέ- | |
| 5 | σωνος, Φιλίππου τοῦ Σωσιστράτου, Ἀλεξάν- |
| δρου τοῦ Λοχήγου, Πολυξένου τοῦ Βάβωνος | |
| τάδε ἀνέθηκαν βασιλεῖς Σέλευκος καὶ | |
| Ἀντίοχος τὰ ἐν τῆι ἐπιστολῆι γε- | |
| γραμμένα. | |
| 10 | βασιλεὺς Σέλευκος Μιλησίων τῆι βουλῆι |
| καὶ τῶι δήμωι χαίρειν. ἀφεστάλκαμεν εἰς | |
| τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ ἐν Διδύμοις | |
| τήν τε λυχνίαν τὴν μεγάλην καὶ ποτήρια | |
| χρυσᾶ καὶ ἀργυρᾶ εἰς ἀνάθεσιν τοῖς θεοῖς | |
| 15 | τοῖς Σωτῆρσι κομίζοντα Πολιάνθην ἐπι- |
| γραφὰς ἔχοντα. ὑμεῖς οὖν, ὅταν παραγέ- | |
| νηται, λαβόντες αὐτὰ ἀγαθῆι τύχηι | |
| ἀπόδοτε εἰς τὸ ἱερόν, ἵνα ἔχητε σπένδειν | |
| καὶ χρᾶσθαι ὑγιαινόντων ἡμῶν καὶ εὐτυχούν- | |
| 20 | των καὶ τῆς πόλεως διαμενούσης, ὡς ἐγὼ |
| βούλομαι καὶ ὑμεῖς. εἰσδέχε<σθ>ε τὰ ἐπεσταλμένα τά- | |
| δε Πολιάνθη<ι> καὶ τὴν ἀνάθεσιν ποιούμενοι | |
| τῶν ἀ<φ>εσταλμένων συντελέσατε τὴν θυσίαν, | |
| ἣν συντετάχαμεν αὐτ<ῶ>ι. συνεπιμελήθητε | |
| 25 | οὖν, ἵνα γένηται κατὰ τρόπον. τῶν δὲ ἀφεσ- |
| ταλμένων χρυσωμάτων καὶ ἀργυρωμάτ- | |
| ων εἰς τὸ ἱερὸν ὑπογέγραφα ὑμῖν τὴν γραφήν, | |
| ἵνα εἰδῆτε καὶ τὰ γένη καὶ τὸν σταθμὸν | |
| ἑκάστου. ἔρρωσσθε. | |
| 30 | γραφὴ χρυσωμάτων τῶν [³¹ἀφεσσταλμένων]³¹· |
| φιάλη καρυωτὴ Ἀγαθῆς Τύχης μία, ὁλκὴ | |
| δραχμαὶ διακόσιαι τεσσεράκοντα ἑπτά· | |
| ἄλλη καρυωτὴ Ὀσ[ίρ]ιδος μία, ὁλκὴ δραχμαὶ | |
| ἑκατὸν ἐνενήκοντα· ἄλλη καρυωτὴ Λητοῦς | |
| 35 | μία, ὁλκὴ δραχμαὶ ἑκατὸν ἐ[νε]νήκοντα ὀκτὼ |
| τρεῖς ὀβολοί· ἄλλ[η] ἀκτινωτὴ Ἑκάτης μία, ὁλκὴ | |
| δραχμαὶ ἑκατὸν δεκατρεῖς· παλιμπότων | |
| τραγελάφων προτομῶν ἐπιγεγραμμένων | |
| "Ἀπόλλωνος" ζεῦγος ἕν, ὁλκὴ δραχμαὶ τρια- | |
| 40 | κόσιαι δεκαοκτὼ τρεῖς ὀβολοὶ· ἄλλο παλίμπο- |
| τον ἐλάφου προτομὴ ἐπιγεγραμμέν<ο>ν | |
| "Ἀρτέμιδος" ἕν, ὁλκὴ δραχμαὶ ἑκαστὸν ἑξήκον- | |
| τα μία· κέρας ἐπιγεγραμμένον "Διὶ Σωτῆρι" ἕν, | |
| ὁλκὴ δραχμαὶ ἑκατὸν ἑβδομήκοντα τρεῖς | |
| 45 | τρεῖς ὁβολοί· οἰνοχόα θεῶν Σωτήρων μία, |
| ὁλκὴ δραχμαὶ τριακόσιαι ὀγδοήκοντα ἕχξ· | |
| ψυκτὴρ βαρβαρικὸς λιθόκολλος ἐπιγεγραμ- | |
| μένος "Σωτείρας" εἷς, ἔχων ἀποπεπτωκότα | |
| κάρυα ἑπτά, ὁλκὴ δραχμαὶ τριακόσιαι ἑβδο- | |
| 50 | μήκοντα δύο· μαζόνομον χρυσοῦν, ὁλκὴ |
| δραχμαὶ χίλιαι ὀγδοήκοντα ὀκτώ· εἰς τὸ α[ὐ]- | |
| τὸ χρυσωμάτων δραχμαὶ τρισχίλιαι δια- | |
| κόσιαι τεσσεράκοντα ὀκτὼ ὀβολοὶ τρεῖς· | |
| σκύφος ἀργυροῦς τορευτὸς ζωιωτὸς | |
| 55 | ἔχων σχοινίδα εἷς, ὁλκὴ δραχμαὶ τριακόσι[αι] |
| ὀγδοήκοντα· ψυκτὴρ ἀργυροῦς μέγας | |
| δίωτος, ὁλκὴ δραχμαὶ ἐνακισχίλιαι. | |
| λιβανωτοῦ τάλαντα δέκα, σμύρνης | |
| τάλαντον ἕν, κασίας μναῖ δύο, κινναμώ- | |
| 60 | μου μναῖ δύο, κόστου μναῖ δύο. λυχνία |
| χαλκῆ μεγάλη Ε. προσήγαγεν δὲ καὶ θυσίαν | |
| τῶι θεῶι ἱερεῖα χίλια καὶ βο[ῦς] δώδεκα. |