Honorary decree for Apame, wife of King Seleukos (I); 299/8 BC: 6. Mil-Ber. 42-44; 7. Mil-Ber. 68-69; IDidyma 480 (PH); *Günther, Orakel 23-28; SEG 26, 1234; **Müller, Milesische Volksbeschlüsse 21, note 8 (l. 27); **SEG 34, 1075 (l. 26).  
[ ] Günther, Orakel 23-28
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Λύκος Ἀπολλοδότ[ου εἶπεν·]
περὶ ὧν προεγράψατο εἰς τὴμ βουλὴν Δημοδάμας Ἀρ[ιστείδου,]
ὅπως Ἀπάμη ἡ Σελεύκου τοῦ βασιλέως γυνὴ τ[ιμηθῆι,]
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπειδὴ Ἀπά[μη ἡ βα]-
5 σίλισσα πρότερόν τε πολλὴν εὔνοιαν καὶ προ[θυμίαν]
παρείχετο περὶ Μιλησίων τοὺς στρατευομένου[ς σὺν]
[τ]ῶι βασιλεῖ Σελεύκωι καὶ νῦν παραγενομέν[ων τῶμ]
[π]ρεσβευτῶν, οὓς μετεπέμψατο Σέλευκος [διαλεξόμενος]
[π]ερὶ τῆς οἰκοδομίας τοῦ ναοῦ τοῦ ἐν Διδύμ[οις, οὐ τὴν]
10 τυχοῦσαν σπουδὴν ἐποιε[ῖ]το, Ἀντίοχ[ος δὲ ὁ υἱὸς αὐτῆς]
συμφιλοτιμῶν τῆι τοῦ πατρὸς Σ[ε]λεύ[κου περὶ τὸ ἱε]-
ρὸν [π]ροαιρέ[σ]ει οἰκοδομήσειν ἐπηγγ[είλατο στοὰν στα]-
δίαιαν τῶι θεῶι, ἵνα προσό[δων ἀπ’ αὐτῆς γινομένων ἐπι]-
κοσμῆται τὸ ἱερόν· δεδ[όχθαι Μιλησίοις, ὅπως εἰδῶσιν]
15 πάντες, ὅτι ὁ δῆμ[ος ὁ Μιλησίων τὴν προσήκουσαν ἐπιμέ]-
λειαν ἔχ[ων διατελεῖ περὶ τοὺς εὐεργετοῦντας τὸν δῆμον]
[— τοὺς δὲ ἀνατάκτας τοὺς ἐπὶ στεφα]-
νηφόρου τοῦ Ἀπόλλω[νος τοῦ μετ’ Ἀθήναιον ἐξελεῖν εἰς τὴν εἰ]-
κόνα ἐξ ἁπάσης τῆς προσόδου τῆ[ς — τὸ ἀργύριον.  ἀνα]-
20 γράψαι δὲ τόδε τὸ ψήφισμα εἰς στήλην λιθί[νην καὶ θεῖναι]
εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος τῆς ἐν Διδύμοις· τὴν δὲ στήλη[ν]
καὶ τὴν ἀναγραφὴν ἀπομισθῶσαι τοὺς τειχοποιοὺς μη[δε]-
μίαν ὑπερβολὴμ ποιουμένους· τοὺς δὲ ταμίας ὑπηρε[τῆσαι]
25 ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἐξηιρημένων, ἀναγρά[ψαι]
δὲ τόδε τὸ ψήφισμα καὶ εἰς λεύκωμα· ἐπιστάται τῆς [εἰκόνος]
Δημοδάμας Ἀριστείδου, Λύκος Ἀπολλοδότου, Ἀριστ[οφὼμ]
Μιννίωνος.
Search Help