Honorary decree for Antiochos, son of king Seleukos (I); 300/299 BC: Haussoullier, RPh 24, 1900, p. 245, no. II; Holleaux, REG 14, 1901, 92-96 (=Etudes III 111-115); Haussoullier, Milet 34-48; OGIS 213; SEG 4, 470; IDidyma 479; *Günther, Orakel 29-35.  
[ ] Günther, Orakel 29-35
1 ἔδοξε τῶι δήμωι· γνώμη συνέδρων· Δημοδάμας
Ἀριστείδου ἐ͂ιπεν· ἐπειδὴ Ἀντίοχος ὁ πρεσβύτατο[ς]
τοῦ βασιλέως Σελεύκου <υἱὸς> πρότερόν τε πολ[λὴν]
[ε]ὔνοιαν καὶ προθυμίαν παρεχόμενος δι[ετέλει]
5 [πε]ρὶ τὸν δῆμον τὸν Μ[ι]λησίων καὶ νῦν ὁρ[ῶν τὸν]
[π]ατέρα τὸν αὑτο[ῦ τ]ὴν πᾶσαν σπουδὴ[ν ποιούμε]-
[νο]ν περὶ τὸ ἱερὸν [τὸ ἐ]ν Διδύμοις καλῶς ἔχ<ο>ν ε[ἶναι]
[ὑπ]ολαμβάν[ων ἐπ]ακολουθεῖν τῆι τοῦ πατ[ρὸς προ]-
[αιρ]έσε[ι ἐ]π[αγγ]έλ[λε]ται στοὰν οἰκοδο[μήσειν στα]-
10 [διαίαν τῶι θε]ῶι κατὰ πόλιν, ἀφ’ ἧς ἔσονται κα[θ’ ἔτος?]
[πρόσοδοι, ἃς] οἴεται δεῖν δαπανᾶσθαι εἰς τὰ κατα-
[σκευαζόμε]να ἐν τῶι ἱερῶι τῶι ἐν Διδύμοις, τὰ δὲ ἀ-
[πὸ τούτων] συντελούμενα γίνεσθαι αὑτοῦ ἀν[α]-
[θήματα· δε]δόχθαι Μιλησίοις ἐπαινέσαι μὲν
15 [Ἀντίοχον τῆ]ς περὶ τὸν θεὸν εὐσεβείας καὶ τῆς
[πρὸς τοὺς Ἕλλην]ας εὐνοίας· δεδόσθαι δὲ αὐτῶι
[εἰς τὴν στοὰν] τὸν τόπον, ὃν ἂν ὁ ἀρχιτέκτων [ὁ]
[ἡιρη]μέ[νο]ς μετὰ τῶν ἀνδρῶν, οἷς προστέ[τα]-
[χεν] Ἀντίο[χο]ς, ἀποδείξηι· τοὺς δὲ ταμία[ς —]
20 [— κ]αὶ τοὺς [ἀεὶ] καθισταμένους πρυτάνης
[παρα]δέ<χ>εσθαι [τὴν] γινομένην [ἀπ’] αὐτῆς πρόσ-
[οδον,] κατατάσ[σειν δὲ] αὐτὴν καθ’ αὑτὴν καὶ μίσ[θ]-
[ωσιν] ποιεῖσθα[ι, καθ]ότι ἂν τῶι δήμωι δοκῆ[ι·]
[ἐπε]ιτὰν δὲ συν[τελε]σθῆι τὸ δεδογμένο[ν,]
25 [ἐ]πιγραφέτωσαν [Ἀν]τίοχον τὸν Σελεύκ[ου]
τοῦ βασιλέως υἱὸν [πρ]εσβύτατον ἀ[νατεθει]-
κότα· ὅπως δὲ καὶ ἕτερ[οι] προαιρῶντ[αι σπουδά]-
ζειν περὶ τὸ ἱερὸν τὸ ἐν Δι[δύμ]οις κ[αὶ τὸ πλήθος]
τὸ Μιλησίων ὁρῶντες τοὺ[ς τοῦ ἱερ]οῦ [εὐεργέ]-
30 τας τιμωμένους ὑπὸ τοῦ δ[ήμου, δεδόχθαι]
Μιλησίοις στῆσαι Ἀντιόχου ε[ἰκόνα χαλκῆν]
ἐφ’ ἵππου ἐν τῶι τόπωι, ὧι ἂν τῆι [βουλῆι κατανέ]-
μειν? δόξηι· τὸ δὲ ἀργύριον τὸ εἰς [τὴν εἰκόνα]
ἐξελεῖν τοὺς ἀνατάκτας το[ὺς ἐπὶ τοῦ μετὰ Ἀθήναιον]
35 στεφανηφόρου, ἐπειτὰν καὶ τὰ [ἄλλα ἀναλώματα μερί]-
σωσιν· εἰσκαλεῖσθαι δὲ αὐτὸν [εἰς προεδρίαν ἐν Μιλήτωι]
τοῖς Διονυσίοις καὶ ἐν Διδύμο[ις τοῖς Διδυμείοις ἐν]
τοῖς κυκλίοις ἀγῶσιν· δεδόσθ[αι δὲ αὐτῶι καὶ σίτησιν]
ἐν πρυτανείωι καὶ ἀτέλεια[ν πάντων καὶ ἀσφάλειαν]
40 καὶ ἐν εἰρήνηι καὶ πολέμωι ἀ[συλεὶ καὶ ἀσπονδεί, ὑπά]-
ρχειν δὲ αὐτῶι καὶ προμα[ντείαν ἐν τῶι ἱερῶι τῶι ἐν]
Διδύμοις· εἶναι δὲ ταῦτα [καὶ τοῖς ἐγγόνοις τοῖς Ἀντι]-
όχου· ὅπως δὲ ἡ εἰκὼν συν[τελεσθῆι κατὰ τάχος, ἑλέσ]-
θαι τὸν δῆμον τρεῖς ἄ[νδρας αὐτίκα μάλα, τούτους δὲ ἐπι]-
45 μεληθῆναι τῆς ἐργ[ασίας —]
{²Continuation missing.}²
Search Help