[ ] Stephanou, Amantou 140-43
a [ἔδοξε τῶι δήμωι·]
[ἐπειδὴ —]
{²unknown number of lines missing}²
1 [— τ]ὰς ὑπ’ αὐ[τοῦ —]
[—]ΣΙΕΝ, οὐκ ὀλίγοις δὲ τῶν δι[αφερομένων]
[τῆς συλλύσε]ως αἴτιος γέγονεν, εὐτάκτως δὲ πεπόη[ται τὴν]
[ἐπιδημίαν, ἑαυτὸν ἀ]νέγκλητον παρεχόμενος πᾶσι τοῖς ἐν τῆι π[όλει, παρακληθεὶς? δὲ ὑπὸ]
5 [τῶ]ν ἀρχόντων κατὰ τὸ ψήφισμα τοῦ δήμου ὅπως [καὶ τὰς —]
γεις δίκας συντελέσηι, ἠξίωκεν καὶ δεδέηται [ἀποστέλλεσθαι ταχὺ πρὸς τοὺς]
βασιλεῖς, φάσκων διὰ τὸ χρονιωτέραν αὐτῶι τὴν ἀποδ[ημίαν γεγενῆσθαι]
σπουδάζειν παραγενέσθαι πρὸς αὐτούς. δεδόχθαι τῶι [δήμωι ἐπαινέσαι]
Ἀπολλοφάνην Ἀπολλοδώρου καὶ στεφανῶσαι χρυσῶι στεφά[νωι ἀρετῆς ἕ]-
10 νεκα καὶ εὐνοίας τῆς εἰς τοὺς βασιλεῖς καὶ τὸν δῆμον καὶ ὅτ[ι καλῶς καὶ φιλο]-
τίμως συνετέλεσεν ἐφ’ ἃ ἀπέστειλεν αὐτὸν ὁ βασιλεὺς Π[τολεμαῖος. ὅπως οὖν]
καὶ εἰδῶσι πάντες οἱ βουλόμενοι τὸν δῆμον εὐεργετε[ῖν ὅτι ὁ δῆμος ἐ]-
πίσταται τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας εἰς ἑαυτὸν γιν[ομένους, ἀνειπεῖν]
τὸν ἱεροκήρυκα Διονυσίοις ἐν τῶι θεάτρωι, ὅταν οἱ τῶν [παίδων χοροὶ μέλ]-
15 λωσιν ἀγωνίζεσθαι τόδε τὸ κήρυγμα. ὁ δῆμος ὁ Χίων στ[εφανοῖ Ἀπολλοφά]-
νην Ἀπολλοδώρου χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκα καὶ [εὐνοίας τῆς εἰς ἑ]-
αυτὸν καὶ τοὺς βασιλεῖς καὶ ὅτι καλῶς καὶ φιλοτίμω[ς συνετέλεσεν ἐφ’ ἃ]
ἀπέστειλεν αὐτὸν ὁ βασιλεὺς Πτολεμαῖος. τοῦ [δὲ κηρύγματος ἐπιμε]-
ληθῆναι τὸν ἀγωνοθέτην. ἵνα δὲ καὶ ἀποσταλῆι [ἐπὶ τριήρους, ἐντέλλε]-
20 ται τοὺς πολεμάρχου<ς> καὶ τοὺς ἐξεταστὰς ἐπιμ[εληθῆναι ἵνα ἀπο]-
σταλῆι Ἀπολλοφάνης ὡς κάλλιστα καὶ ἀσφαλ[έστατα ἐπὶ τρήρους. καὶ]
[ἀ]ναγράψαι τὸν ἐπιμελητὴν τῆς εἰκόνος εἰς <σ>τ[ήλην τὰς τιμὰς τὰς γενο]-
[μέ]νας ὑπὸ τοῦ δήμου.
Search Help
Contact Us