[ ] Att. — stoich. 26 — 341/0
See also:
1 [ἐπ]ὶ Νικομάχου ἄρχο[ντος ἐπὶ τῆς]
[Π]ανδιονίδος ἑβδόμης [πρυτανεί]-
[α]ς, ἐνάτηι καὶ εἰκοστῆι τῆς πρ[υτ]-
ανείας· τῶν προέδρων ἐπεψήφιζ[ε]-
5 ν Ἀριστόμαχος ἐξ Οἴου, Ὀνήσιππο-
ς Ἀραφήνιος ἐγραμμάτευεν· ἔδοξ-
εν τῶι δήμωι· Ἱππόστρατος Ἐτεαρ-
χίδου Παλληνεὺς εἶπεν· εἶναι κα-
ὶ τοῖς Ἐλαιουσίοις τὰ αὐτὰ ἅπ[ερ]
10 ὁ δῆμος ἐψήφισται τοῖς Χερρ[ονη]-
σίταις, τὸν δὲ στρατηγὸν Χά[ρητα]
ἐπιμεληθῆναι αὐτῶν ἐν τῶι [τρόπ]-
ωι τῶι αὐτῶι, ὅπως ἂν ἔχοντε[ς Ἐλα]-
ιούσιοι τὰ ἑαυτῶν ὀρθῶς κ[αὶ δικ]-
15 αίως οἰκῶσιν μετὰ Ἀθηναί[ων ἐν Χ]-
ερρονήσωι. καὶ καλέσαι το[ὺς Ἐλα]-
ιουσίους ἐπὶ δεῖπνον εἰς [τὸ πρυ]-
τανεῖον εἰς αὔριον.
Search Help
Contact Us