[ ] Syr., Laodik. — Laodicea — 214 AD — w/ Add. IGLSyr V p.316 — Moretti, IAG 85
1         Αὐρήλιος Σεπτίμιος, Εὐτύχ[ου]
        υἱός, Εἰρηναῖος, κολὼν Λα<ο>[δι]-
        κεὺς μητροπολείτης κα[ὶ]
        ἄλλων πόλεων πολείτης, μ[ό]-
5         νος ἐγὼ ἐκ τῆς ἑαυτοῦ πατρίδ[ος]
        ἀπὸ πάσης κρίσεως ἀγωνισάμε-
        νος καὶ νεικήσας τοὺς ὑποτε-
             ταγμένους ἀγῶνας·
ἐν Αὐγούστῃ Καισαρείᾳ, Σεουήρειον οἰκουμενικὸν Πυθικόν,
10 πυγμήν· Αὐγούστου Ἄκτια ἐν Νεικοπόλει τῆς περιόδου,
παίδων πυγμήν ἐν Καισαρείᾳ Ἰσάκτιον, παίδων πυγμήν
ἐν Τύρῳ Ἡράκλεια Κομμόδεια, παίδων πυγμήν· ἐν Τάρσῳ
Ἰσολύμπιον οἰκουμενικὸν Κομμόδειον, ἀγενείων πυγμήν·
ἐν Λαοδικείᾳ τῇ πατρίδι μου, Πυθιάδι πρώτῃ ἀχθείσῃ,
15 οἰκουμενικὸν Ἀντωνεινιανόν, ἀνδρῶν πυγμήν· καὶ
ἠγωνισάμην ἐπὶ τὸν στέφανον ἀνδρῶν πυγμὴν τῆς ἀρ-
χαίας περιόδου Σεβάσμια Νέμια τῇ πρὸ τριῶν καλανδῶν
Ἰανουαρίων ἐπὶ τῆς πενταετηρίδος, Μεσσάλᾳ καὶ Σαβ[ε]ί-
                 νῳ ὑπάτοις.
20 ταλαντιαῖοι· Ἀσκάλω(να)· Σκυ<θ>όπολ[ιν]· Σειδο͂να τρίς· Τρίπο-
λιν δίς· Λευκάδα γʹ, πυγμήν, δρόμον· [Ἱε]ράνπολιν τρίς, πυγμήν,
πάλην, πανκράτιον· Βέροιαν δίς· Ζεῦγμα δίς· Ἀπάμειαν τρίς· Χαλκίδα
πυγμήν, δρόμον· Σαλαμεῖνα τρίς· Κίτιν, πυγμήν, πανκράτιον· Μάζακα βʹ·
Εἰκόνιν, πυγμήν, δρόμον· Ἀντιόχειαν· Πάτρας, πυγμήν, δρόμον· Τάραντον, πυγμήν·
25 Αἰγαίας βʹ· Ἄδανα βʹ· Μάμψαστον βʹ ἔτους νξσʹ μηνὸς Ξαν-
δικοῦ, ὑπάτων Οὐετίου Γράτου καὶ Οὐε[ιτι]λίου Σελεύκου.
Search Help
Contact Us