[ ] Syr., Antioch. — Daphne — 189 BC — w/ Add. p.685 — OGIS 244, Welles 44
[— — — — — — — — — — — — — — — — — — — ἀ]-
1 δε̣λφῶι γε̣γενημέ̣νον ἐν τ̣ι̣μ̣[ῆι κα]ὶ̣ π̣ί̣σ̣[τει καὶ]
τῆς εἰς ἡμᾶς καὶ τὰ π̣ρ̣ά̣γμ̣α̣τ̣[α] α̣ἱ̣ρ̣έσεως π̣ολ̣-
λὰς καὶ μεγάλας ἀποδε[ίξ]εις π̣εποι̣η̣μέ̣νον
ἐκτενῶς, καὶ οὔτε τῆς ψυχῆς οὔτε τῶν ὑπαρ-
5 χόντων πεφεισμένον εἰς τὰ ἡμῖν συμφέροντα,
διεξαγηοχότα δὲ καὶ̣ τὰ ἐγ̣χειρισθέντα αὐτῶι̣
ὡς ἦν προσῆκον, καὶ κατὰ τὰ λοιπὰ ἀγόμενον ἀ̣-
ξίως τῶν προϋπηργμένων ἐξ̣ αὐτοῦ εἰς τὰ πρά̣-
γματα, ἠβουλ̣όμεθα μὲν ἔτι ἐπισυνέχειν συ[μ]-
10 πράσσοντα ἡμῖν πολλάκι δὲ̣ αὐτοῦ προφερο-
μένου τὴν περὶ τὸ σῶμα̣ γε̣γενημένην ἀσθέ-
νειαν διὰ τὰς συνεχεῖς κακοπαθίας, ἀξιοῦν̣-
τός τε ἡμᾶς ἐᾶσαι αὐτὸν ἐφ’ ἡσυχίας γενέσ̣-
θαι, ὅπως τὸν ἐπίλοιπον χρόνον τοῦ βίου ἀπε̣-
15 ρ̣ι̣σπάστως ἐν εὐσταθείαι τοῦ σώματος γέ-
[ν]ηται, συμπεριηνέχθημεν θέλοντες καὶ ἐν
[τ]ούτοις φανερὰν ποιεῖν ἧν ἔχομεν πρὸ[ς]
[α]ὐτὸν αἵρεσιν. ἵνα μὲν οὖν καὶ̣ εἰς τὸ λο[ι]-
[π]ὸν τυγχανῆι πάντων τῶν εἰς τιμὴν κα[ὶ]
20 [δ]όξαν ἀνηκόντων, ἡμῖν ἔσται ἐπιμέλε[ς],
[ἐ]πειδή, τῆς ἀρχιερωσύνης τοῦ Ἀπόλλωνος
[κ]αὶ τῆς Ἀρτέμιδος τῶν Δαιττῶν καὶ τῶν
ἄλλων ἱερῶν ὧν τὰ τεμένη ἐστὶν ἐπὶ τῆς
Δάφνης προσδεομένης ἀνδρὸς φίλου, δ[υ̣]-
25 νησομένου δὲ προστῆναι ἀξίως τῆς ὑ̣-
πὲρ τῆς τοῦ τόπου σπουδῆς ἣν ἔσχον οἵ τε πρό-
γονοι καὶ ἡμεῖς καὶ τῆ̣ς ἐξ ἡμῶν πρὸς τὸν θεῖον
εὐσεβείας, ἀποδεδ̣είχαμεν αὐτὸν ἀρχι̣-
ερέα τούτων, πεπε̣ισμέ̣νοι τὴν περὶ τὰ ἱερὰ̣
30 ἐξαγωγὴν μάλιστ’ ἂν διὰ τούτου συν-
τελεσθήσεσθαι δεόντως. σύνταξον
ἔν τε τοῖς χρηματισμοῖς καταχωρίζειν
αὐτὸν ἀρχιερέα τῶν δεδηλωμένων ἱερῶν̣
καὶ προτιμᾶν τ̣ὸν ἄνδρα ἀξίως τῆς ἡμε-
35 τέρας κρίσεως καὶ ἐὰν εἴς τινα παρακαλῆ̣[ι]
τῶν ἀνηκ̣όντων εἰς ταῦτα συνεπιλαμ̣-
βάνεσθαι τοῦς τε πρὸς τοῖς ἱεροῖς γενομέ-
νους καὶ τοὺς ἄλλους οὗς καθήκει πε̣[ι]-
θάρχειν αὐτοῦ συστῆσαι, παραγγείλαν-
40 τας ὑπακούειν περὶ ὧν ἂν γράφηι ἢ συντά[σ]-
σηι· ἀναγραφῆναι δὲ καὶ τῆς ἐπιστολῆς
τὸ ἀντίγραφον εἰς στήλας καὶ ἀναθεῖνα̣[ι]
ἐν τοῖς ἐπιφανεστάτοις τόποις.
       δκρʹ, Δίου ιδʹ.
Search Help
Contact Us