[ ] Phokis — Delphi — ca. 29 BC
1 [ἔ]δοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπεὶ Ἀ[—c.15—λου Ῥωμαῖος],
ἀ̣στρολόγος, ἀνὴρ ἀγαθὸς ἐνδα[μήσας ποθ’ ἁμὲ ἐπιδείξεις ἐποιή]-
[σ]ατο σχολᾶς καὶ πλείονας ἐν τῶι γυ[μνασίωι ἁμέρας —c.12—]
μεγαλείως, ὅπως οὖν καὶ ἁ πόλις φαί[νηται τιμέουσα τοὺς καλοὺς τῶν]
5 ἀνδρῶν, δεδόχθαι τᾶι πόλει τῶν Δελφ[ῶν, ἐπαινέσαι Ἀ— —c.14— —]-
λου Ῥωμαῖον, ἀστρολόγον, καὶ δεδόσ[θαι αὐτῶι καὶ ἐκγόνοις ἀτέλειαν],
προξενίαν, προμαντείαν, ἀσυλίαν, προδ[ικίαν, προεδρίαν ἐμ πᾶσι τοῖς]
ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τἆλλα τ[ίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις]
προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ̣[πάρχει. ἄρχοντος Πολεμάρ]-
10 χου, βουλευόντων Σελεύκου τοῦ Βαβύλο[υ, Ἀντιφίλου τοῦ Γοργίλου].
Search Help
Contact Us