[ ] Phokis — Delphi — 58 BC
1 ἐπειδὴ Ἑρμόδωρος Ἑρμοκράτεος τοῦ Ἑρμοδώ-
ρου καὶ Ἑρμοκράτης ὁ υἱὸς αὐτοῦ παραγενηθέντες
ἐπὶ τὸν ἀγῶνα τῶν Πυθίων πεποίηνται τὰν ἀναστρο-
φὰν καλὰν καὶ εὐσχήμονα καὶ ἀξίαν τᾶς ἰδίας πατρίδος καὶ
5 τοῦ ἁμετέρου δάμου, ἀπόδειξιν διδόντες καὶ
τᾶς περὶ τὸν βίον ἀγωγᾶς, Ἑρμοκράτους δὲ καὶ πρό-
τερον τᾶς κατὰ τ[ὰ]ν ἄθλησιν ἀρετᾶς διὰ τὰν συνε-
χῶς ὑπ’ αὐτοῦ γενομέναν γυμνασίαν γνωσθέντος,
ἀγωνιξαμένου δὲ καὶ ἐπὶ τοῦ ἀγῶνος ἀξίως τᾶς [πε]-
10 ρὶ ἑαυτὸν ἀθλήσιος, δέον ἐστὶν τῶι δάμωι τῶν ἀγαθ[ῶν]
ἀνδρῶν τὰν καθήκουσαν πρόνοιαν ποιεῖσθαι, vacant 8 l.
ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν, ἐπαι-
νέσαι Ἑρμόδωρον Ἑρμοκράτεος τοῦ Ἑρμοδώρου καὶ Ἑρ-
μοκράτην τὸν υἱὸν αὐτοῦ Σμυρναίους, καὶ δεδόσθαι
15 αὐτοῖς τε καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προ-
μαντείαν, πρ<ο>δικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν [πᾶ]-
σι τοῖς ἀγώνοις, οἷς ἁ πόλις τίθητι, καὶ τἆλλα τίμια [πάντα]
ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς π[όλιος]
ὑπάρχει. καλέσαι δὲ αὐτοὺς ἐπὶ ξένια καὶ τὰν κοινὰν [τᾶς πό]-
20 λιος ἑστίαν. ἄρχοντος Ἀγησιλάου, βουλευόντων
[Ἡρ]ακλείδα, Νικάνδρου, Κλεομάντιος.
Search Help