[ ] Phokis — Delphi — ca. 118 BC — SDGI 2726
1 θεὸς τύχαν ἀγαθάν.
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελεί-
ωι σὺν ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Κλεόδωρος
καὶ Θρασύβουλος οἱ Θεοξενίδα Φενεᾶται παρα-
5 γενόμενοι ποθ’ ἁμὲ ἐπιδείξεις ἐποιήσαντο τῶι
θεῶι διὰ τὸς μουσικὰς τέχνας, ἐν αἷς καὶ εὐδοκί-
μουν, προφερόμενοι ἀριθμοὺς τῶν ἀρχαίων ποιη-
τᾶν, οἳ ἦσαν πρέποντες ποτί τε τὸν θεὸν καὶ τὰν πό-
λιν ἁμῶν, ἔτι δὲ καὶ τὰν ἐνδαμίαν καὶ ἀναστροφὰν
10 καὶ διδασκαλίαν τῶν παίδων ἐποιήσαντο ἀξίως
αὐσωτῶν τε καὶ τᾶς ἰδίας πατρίδος καὶ τᾶς ἁμε-
τέρας πόλιος, —— ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι πό-
λει τῶν Δελφῶν ἐπαινέσαι Κελόδωρον καὶ Θρασύ-
βουλον ἐπί τε τᾶι ἀναστροφᾶι καὶ τᾶι φιλοτιμίαι ἇι
15 τυγχάνοντι ἔχοντες ἐν τῶι ἐπιταδεύματι, καὶ εἶ-
μεν αὐτοῖς καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος τῶν Δελφῶν
προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν,
προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, εἶ-
μεν δὲ αὐτοῖς καὶ γᾶς καὶ οἰκίας ἔνκτησιν καὶ τὰ ἄλλα
20 τίμια πάντα, ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ-
γέταις τᾶς πόλιος τῶν Δελφῶν. ἄρχοντος Ἀμύντα,
βουλευόντων τὰν πρώταν ἑξάμηνον Κλέωνος τοῦ
Διονυσίου, Ξενοκρίτου τοῦ Στησιμένεος, γραμματεύ-
οντος Μνασιδάμου τοῦ Ξενοκρίτου.
Search Help
Contact Us