[ ] Phokis — Delphi — 140/39 BC
1 [ἔδοξε τᾶι πόλει τῶν Δελφ]ῶν ἐν ἀγορᾶ[ι]
[τελείωι σὺμ ψάφοις ταῖς ἐ]ννόμοις· ἐπ[εὶ]
[Κάλας, Γαύδοτος, Ἀσκληπι]άδης, ζωγράφοι
[Περγαμηνοί, ἀποστ]αλέντες ὑπὸ τοῦ [βα]-
5 [σιλέος Ἀττάλου, ὥ]στε ἀπογράψασθαι τ〚—〛
․․․․․12․․․․․α̣, τάν τε ἀναστροφὰν κα[ὶ]
[τὰν ἐπιδαμί]αν ἐποιήσαντο ἀξίως μὲ[ν]
[τοῦ ἀποστ]είλαντος αὐτοὺς βασιλέ[ος]
[Ἀττάλου] καὶ τᾶς ἁμετέρας πόλιος,
10 [καθὼς] ἐπέβαλλε ἄνδροις καλοῖς
[κἀγαθοῖς]· ἐπὶ δὲ τούτοις δεδόχθαι τᾶ[ι]
[πόλει, ἐπ]αινέσαι Κάλαν καὶ Γαύδοτον κα[ὶ]
[Ἀσκληπι]άδην Περγαμηνοὺς καὶ ὑπάρχει[ν]
[αὐτο̣ῖς] παρὰ τᾶς πόλιος προξενίαν, προ-
15 [μαντε]ίαν, προδικίαν, ἀσυλίαν, ἀτέλε[ι]-
[αν, προ]εδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷ[ς ἁ]
[πόλι]ς τίθητι καὶ τὰ ἄλλα τίμια ὅσα κ[αὶ]
[τοῖς ἄ]λλοις προξένοις καὶ εὐεργέτα[ις]
[τᾶς π]όλιος ὑπάρχει. ἄρχοντος Ξενοκρ[ί]-
20 [του, β]ουλευόντων Καλλικράτεος, Κλ[έω]-
[νο]ς, Μεγάρτα.
Search Help