[ ]
Phokis — Delphi — 186 or 184 BC — SEG 37.393bis; BE 1970.314 — BE 1971.362; BE 1988.662
| 1 | [ἄρ]χοντος ἐν Δελφοῖς Κράτωνος, γραμματεύοντος [δ]ὲ |
| τῶν Ἀμφικτιόνων Μνασιδάμου Κορινθίου, ἔδοξ[εν τῶι] | |
| [κοι]νῶι τῶν Ἀμφικτιόνων τῶν ἀπὸ τῶν αὐτονόμων ἐθνῶν | |
| καὶ δημοκρατουμένων πόλεων· ἐπειδὴ Νικόστρατος Ἀναξίπ- | |
| 5 | που Θεσσαλὸς ἐγ Λαρίσσης, ἀποσταλεὶς ἱερομνήμων παρὰ τοῦ |
| κοινοῦ τῶν Θετταλῶν εἰς τὰ Πύθια τὰ ἐπὶ Νικοβούλου | |
| ἄρχοντος ἐν Δελφοῖς, τὴν πᾶσαν σπουδὴν ἐποιήσατο | |
| μετὰ τῶν ἀποσταλέντων ἀνδρῶν ὑπὸ τοῦ δήμου τοῦ | |
| Ἀθηναίων καὶ τῶν ἱερομνημόνων, ὅπως ἂν ἀποκαταστα- | |
| 10 | θῇ τὸ συνέδριον τῶν Ἀμφικτιόνων εἰς τὸ ἐξ ἀρχῆς κα- |
| τὰ τὰ πάτρια, προέστη δὲ καὶ τοῦ ἀγῶνος καὶ τῶν θυσιῶν | |
| μετ’ αὐτῶν, ὅπως ἂν ἀπὸ παντὸς τοῦ βελτίστου συντε- | |
| λεσθῶσιν· αἱρεθεὶς δὲ καὶ πρεσβευτὴς εἰς Ῥώμην ὑπὸ τοῦ | |
| κοινοῦ τῶν Ἀμφικτιόνων μετὰ Μενεδήμου τοῦ Ἀθηναί- | |
| 15 | ου καὶ προσελθὼν πρὸς τὴν σύνκλητον καὶ τοὺς στρα- |
| τηγοὺς καὶ δημάρχους καὶ διαλεγεὶς περὶ ὧν εἶχεν | |
| τὰς ἐντολὰς, ἐπετέλεσεν πάντα τὰ κοινῇ συμφέρον[τα] | |
| τοῖς τε Ἀμφικτίοσιν καὶ τοῖς ἄλλοις Ἕλλησιν τοῖς αἱρου- | |
| μένοις τὴν ἐλευθερίαν καὶ δημοκρατίαν· παραπεμ- | |
| 20 | πόμενος δὲ καὶ εἰς τὴν μεθοπωρινὴν πυλαίαν ἱερομνή- |
| μων τὴν ἐπὶ Κράτωνος ἄρχοντος ἐν Δελφοῖς, καὶ θύσας | |
| μετὰ τῶν ἱερομνημόνων ἐπανελθὼν μετ’ αὐτῶν | |
| εἰς τὸ ἱερὸν καὶ προσελθὼν πρὸς τὸ κοινὸν τῶν Δελφῶν | |
| διελέγη, περὶ ὧν ἔχων τὰς ἐντολὰς ἐπεπρέσβευκεν | |
| 25 | πρός τε τὴν σύνκλητον τῶν Ῥωμαίων καὶ τοὺς στρα- |
| τηγοὺς καὶ δημάρχους, καὶ παρεκάλεσεν Δελφούς, | |
| διατηρεῖν τὴν εὔνοιαν πρὸς ἅπαντας τοὺς Ἕλληνας | |
| καὶ μηθὲν αὐτοὺς ὑπεναντίον πράττειν τοῖς πρότε- | |
| ρον ὑπὸ τῶν Ἑλλήνων ἐψηφισμένοις, διατελεῖν δὲ | |
| 30 | καὶ ἐν τοῖς λοιποῖς ἐν οἷς ἂν παρακαλῶσιν Ἀμφικτίο- |
| νες, ἐν ἅπασιν αὑτὸν παρασκευάζων ἐκτενῆ καὶ φιλό- | |
| τιμον εἰς τὸ κοινῇ συμφέρον, οὔτε κακοπαθίαν οὔτε | |
| κίνδυνον ὑποστελλόμενος τὸν ἐσόμενον ὑπὸ τῶν | |
| ἐπιβουλευόντων αὐτῶι· —— ὅπως ἂν οὖν εἰδῶσιν πάν- | |
| 35 | τες οἱ Ἕλληνες, διότι τὸ κοινὸν τῶν Ἀμφι[κτιόνων] |
| ἐπίσταται χάριτας ἀξίας ἀποδιδόναι τοῖς εἰς [αὐ]- | |
| τοὺς εὐεργετοῦσι καὶ τοὺς ἄλλους Ἕλληνας, ἀγαθῇ | |
| τύχῃ, δεδόχθαι τῶι κοινῶι τῶν Ἀμφικτιόνων, ἐπαι- | |
| νέσαι Νικόστρατον Ἀναξίππου Θεσσαλὸν ἐγ Λαρίσ- | |
| 40 | σης καὶ στεφανῶσαι αὐτὸν τῶι το̣ῦ̣ θ̣ε̣οῦ στεφάνωι |
| καὶ εἰκόνι χαλκῇ, ἀρετῆς ἕνεκεν καὶ εὐεργεσίας | |
| ἣν ἔχων διατετέλεκεν πρός τε τὸ κοινὸν τῶν | |
| Ἀμφικτιόνων [καὶ τοὺ]ς ἄλλους Ἕλληνας, καὶ στῆσαι αὐ- | |
| τοῦ τὴν εἰκόνα ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Πυθί- | |
| 45 | ου. ἀναγορεῦσαι δὲ τὸν στέφανον καὶ τὴν εἰκόνα |
| ἐν Πυθίοις τοῖς πρώτοις ἐν τῶι γυμνικῶι ἀγῶνι <τοὺς> | |
| συνελθόντας ἱερομνήμονας· ἀναγορεῦσαι δὲ καὶ ἐν | |
| τοῖς Ἐλευθερίοις ἐν τῶι γυμνικῶι ἀγῶνι, ὃν τιθέασι | |
| οἱ [Θε]τταλοί. |