[ ]
Phokis — Delphi — 189-188 BC — Roman Doc. Gr. East.38 — Sherk
| 1 | [Γάιος Λίβιος Μαάρκου στ]ρατηγὸς ὕπ[ατ]ος Ῥ[ω]μ[αίων καὶ δή]- |
| [μ]αρχοι καὶ [ἡ σύγκλ]ητος Δελφῶν τοῖς ἄρ[χο]υσι καὶ τῆι πό[λει χαίρειν]· | |
| οἱ παρ’ ὑμῶν ἀποσταλέντες πρεσβευταὶ Ἧρυς Εὐδώρου, [Δ]αμο[σθέ]- | |
| νης Ἀρχέλα τά τε γράμματα ἀπέδοσαν καὶ αὐτοὶ διελέγησαν ἀκολούθως | |
| 5 | τοῖς ἐν αὐτοῖς κατακεχωρ[ισ]μένοις μετὰ πάσης σπουδῆς, φιλοτιμίας οὐ- |
| θὲν ἐλλείποντες, ἐνεφάνιζον δὲ καὶ δ[ι]ότι τόν τε ἀγῶνα τὸγ γυμνικὸν | |
| καὶ τὴν θυσίαν ὑπὲρ ἡμῶν συνετελέσατε· καὶ ἡ σύγκλητος τὴν διάνοιαν | |
| προσέσχεν τε καὶ ἔδοξεν αὐτοῖς ὑπέρ τε τῶμ πρότερον πρεσβευτῶν | |
| Βούλωνος, Θρασυκλέος, Ὀρέστα, τῶμ πρὸς ἡμᾶς μὲν ἀφικομένων, ἐν δὲ | |
| 10 | τῆι εἰς οἶκον ἀνακομιδῆι διαφωνησάντων, γράψαι πρὸς Μάαρκον Φολούιον |
| τὸν ἡμέτερον στρατηγόν, ἵνα φροντίσηι ὅπως, ὅταν καθ’ ἡμᾶς γένηται | |
| τὰ κατὰ τὴν Σάμην πράγματα, ἀναζητήσηι τοὺς ἀδικήσαντας καὶ φρον- | |
| τίσηι, ἵνα τύχωσιν τῆς καθηκούσης τιμωρίας, καὶ τὰ τῶν πρεσβευτῶν | |
| ὑπάρχοντα ἀποκατασταθῆι πάντα τοῖς οἰκείοις αὐτῶν· ἔδοξεν δὲ καὶ | |
| 15 | πρὸς Αἰτωλοὺς γράψαι περὶ τῶν γινομένων παρ’ ὑμῖν ἀδικημάτων, ἵνα |
| νῦμ μὲν τὰ ἀπηγμένα ἅπαντα ἀναζητήσωσιν καὶ ἀποκαταστήσω- | |
| σιν ὑμῖν, τοῦ δὲ λοιποῦ μηθὲν ἔτι γίνηται· καὶ περὶ τῶν ἐν Δελφοῖς κα- | |
| τοικεόντων ἔχειν ὑμᾶς ἐξουσίαν ἐφῆκεν ἡ σύγκλητος, ἐξοικίζειν | |
| [ο]ὓς ἂμ βούλησθε καὶ ἐᾶν κατοικεῖν παρ’ ὑμᾶς τοὺς εὐαρεστοῦντας τῶι | |
| 20 | [κ]οινῶι τῶν Δελφῶν· τὰς δὲ δοθείσας ἀποκρίσεις τοῖς ἔμπροσθεν πρὸς |
| [ἡ]μᾶς ἀφικομένοις παρ’ ὑμῶν πρεσβευταῖς ἀνεδώκαμεν αὐτοῖς καθὼς | |
| [ἠ]ξιοῦν ἡμᾶς, καὶ εἰς τὸ λοιπὸν δὲ πειρασόμεθα ἀεί τινος ἀγαθοῦ | |
| [παρ]αίτιοι τοῖς Δελφοῖς γίνεσθαι διά τε τὸν θεὸν καὶ δι’ ὑμᾶς διὰ τὸ | |
| πάτριον ἡμῖν εἶναι τοὺς θεοὺς σέβεσθαί τε καί τιμᾶν τοὺς ὄντας πάν- | |
| 25 | των αἰτίους τῶν ἀγαθῶν. |