[ ]
Phokis — Delphi — 224-220 BC — SGDI 2672
| 1 | [ἄρχοντ]ος Ἀρχελάου, βουλευόντων Ἀ[․․․․․․c.16․․․․․․] |
| [․5-6․․], Ἀρχιάδα, Καλλιγένεος, Εὐαγγέλου ἔδο[ξε τᾶι πόλει τῶν] | |
| [Δελφ]ῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις τ[αῖς ἐννόμοις· ἐ]- | |
| [πεὶ Ἀ]ρίσταρχος Αἰτωλίωνος Κυφαιρεὺς ἔν [τε τοῖς πρό]- | |
| 5 | [τερον] χρόνοις εὔνους ὢν διετέλει τᾶι πόλει κα[ὶ καταστα]- |
| [θεὶ]ς υπο τῶν Αἰτωλῶν ἐπιμελητὰς τοῦ τε ἱερ[οῦ καὶ τᾶς πό]- | |
| λ[ι]ος ὁσίως καὶ ἐνδόξως τό τε ἱ<ε>ρὸν καὶ τὰμ πόλιν [διέκειτο] | |
| καὶ τοῖς πολίταις συνανεστράφη καλῶς καὶ εὐγν[ωμόνως καὶ] | |
| τάν τε ὑπάρχουσαν ὁμόνοιαν ποτί τε αὐτοσαυτοὺς [Δελφοὺς] | |
| 10 | [κ]αὶ ποτὶ τοὺς Αἰτωλοὺς ἐπὶ πλεῖον συναύξησε, δεδόχθ[αι· ἐπαι]- |
| νέσαι Ἀρίσταρχον Αἰτωλίωνος Κυφαιρῆ εὐσεβείας ἕνεκεν [καὶ] | |
| [ε]ὐεργεσίας τᾶς ἐν τὸ ἱερὸν καὶ τὰμ πόλιν καὶ εἶμεν αὐτὸν π[ρό]- | |
| ξενον τᾶς πόλιος καὶ ἐκγόνους, ὑπάρχειν δὲ αὐτῶι καὶ ἐκγό- | |
| [ν]οις προμαντείαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι | |
| 15 | [τοῖ]ς ἀγώνοις, οὓς ἁ πόλις τ[ί]θητι, καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλ- |
| [λοι]ς προξένοις καὶ εὐεργέταις τοῦ ἱεροῦ καὶ τᾶς πόλιος. | |
| [δεδό]σθαι δὲ αὐτῶι <καὶ> ἐκγ[ό]νοις καὶ ἐπινομίαν ἐν τᾶι Δελ- | |
| [φῶν <πόλει> τ]ὸν ἅπαντα χ[ρό]νον. |