[ ]
Phokis — Delphi — 218-217 BC
| 1 | θεοί. |
| ἄρχοντος Ἀρχελάου, βουλευόντων Ταραντίνου, Γλαύκου, Βαβύλ[ου], | |
| Ὀρθαίου, Νικοδάμου, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν [ἐ]ν ἀγορᾶι τελείωι σὺ[μ] | |
| ψάφοις ταῖς ἐννόμοις. ἐπειδὴ Πανταλέων [Νέ]ωνος Ἀρσινοεὺς ἐν | |
| 5 | τοῖς ἔνπροσθεν χρόνοις εὔ̣[ν]ους ὢν διετέλ[ει] τᾶι πόλει καὶ νῦν κατ[α]- |
| σταθεὶς ὑπὸ τῶν Αἰτωλῶ̣[ν] ἐπιμελητὰς το[ῦ τ]ε ἱεροῦ καὶ τᾶς πόλ̣ιο̣ς̣ | |
| ὁσίως καὶ ἐνδόξως τό τε ἱερὸν καὶ τὰν πόλ̣[ιν] διε̣φύλαξε καὶ τοῖς πο[λί]- | |
| τ̣αις συνανεστράφη καλῶς καὶ εὐγνωμόνως, τάν τε ὑπάρχου̣σ̣α[ν] | |
| ὁμόνοιαν ποτὶ αὐσαυτοὺς καὶ ποτὶ τοὺς Αἰτωλο̣ὺς ἐπὶ πλεῖον συ- | |
| 10 | ναύξησε, δεδόχθαι· ἐπαινέσαι Πανταλέοντα Ν̣έω[ν]ος Ἀρσινοέα |
| εὐσεβείας ἕνεκεν καὶ εὐεργεσίας τᾶς ἐν τὸ ἱ̣ερὸν̣ κ̣αὶ τάν πόλιν, καὶ ε̣[ἰ]- | |
| μεν αὐτὸν πρόξενον τᾶς πόλιος καὶ ἐκγόνους, ὑπάρχει<ν> δὲ αὐτὼι καὶ ἐκγό- | |
| νοις προμαντείαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν πᾶσι τοις ἀγώνοι[ς], | |
| οὓς ἁ πόλις τίθητι, καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέται[ς] | |
| 15 | τοῦ ἱεροῦ καὶ τᾶς πόλιος· δεδόσθαι δὲ αὐτῶι καὶ ἐκγόνοις καὶ ἐπινομίαν |
| ἐν τᾶι Δελφίδι τὸν πάντα χρόνον. |