[ ]
Phokis — Delphi — 205? 138-133? BC — SGDI 2653
| 1 | ἀγαθᾶι τύχαι. Δελφοὶ ἔδωκαν Νικάνδρωι |
| Ἀναξαγόρου Κολοφωνίωι, ἐπέων ποητᾶι, αὐ- | |
| τῶι καὶ ἐγγόνοις προξενίαν, προμαντείαν, | |
| ἀσυλίαν, προδικίαν, ἀτέλειαν πάντων, προε- | |
| 5 | δρίαν ἐν πάντεσ<σ>ι τοῖς ἀγώνοις, οἷς ἁ πόλις τί- |
| θητι, καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
| εὐεργέταις τᾶς πόλιος τῶν Δελφῶν. ἄρχοντος | |
| Νικοδάμου, βουλευόντων Ἀρίστωνος, Νικοδάμου, Πλεί- | |
| στωνος, Ξένωνος, Ἐπιχαρίδα. |