[ ] Phokis — Delphi — 205? 138-133? BC — SGDI 2653
1 ἀγαθᾶι τύχαι. Δελφοὶ ἔδωκαν Νικάνδρωι
Ἀναξαγόρου Κολοφωνίωι, ἐπέων ποητᾶι, αὐ-
τῶι καὶ ἐγγόνοις προξενίαν, προμαντείαν,
ἀσυλίαν, προδικίαν, ἀτέλειαν πάντων, προε-
5 δρίαν ἐν πάντεσ<σ>ι τοῖς ἀγώνοις, οἷς ἁ πόλις τί-
θητι, καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ
εὐεργέταις τᾶς πόλιος τῶν Δελφῶν. ἄρχοντος
Νικοδάμου, βουλευόντων Ἀρίστωνος, Νικοδάμου, Πλεί-
στωνος, Ξένωνος, Ἐπιχαρίδα.
Search Help
Contact Us