[ ] Phokis — Delphi — undated — SGDI 2509
1 θεοί.
ἐπὶ Νικαΐδα ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Στομᾶ, Φυσκίωνος, Φιλοδάμου, Πολεμάρ-
χου, Ἀλεξάνδρου, Σιμύλου, Ἁγήμονος, Στρατάγου, Σθέννεος, Ἀμφίκλου Χίου, Δελφῶν Πραόχου,
Κλεομάντιος, Βοιωτῶν Ἀνδροκλέος, Ἀρίστωνος, Φωκέων Νικάνδρο<υ>, ἔδοξε τοῖς ἱερομνήμο-
5 σι καὶ τοῖς ἀγορατροῖς· ἐπειδὴ Καλλικλῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων
διατελεῖ χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοῖς Ἕλλησιν
ἅπασιν ἀνενκλήτως, ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε Καλλικλῆ Καλλικλέος Ἀθηναῖ-
ον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δάφνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι
καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν,
10 οἷς τιθέασιν οἱ Ἀμφικτίονες.
Search Help
Contact Us