[ ] Phokis — Delphi — 258-254 BC — SGDI 2510
1 θεοί.
ἐπὶ Δίωνος ἄρχοντος, ἱερομνημονούντων· Αἰτωλῶν Λυκώπου, Αἰακίδα,
Πολυκλείτου, Νικάνορος, Πανταινέτου, Δίωνος, Ἀλκιδάμου, Ἀγεμάχου,
Νικία· ἐχ Χίου Γάννωνος· Δελφῶν Ἐχεκρατίδα, Νικαΐδα· Βοιωτῶν Εὐπολέμο[υ]-
5 Λανίκου· Φωκέων Ἀρχιδάμου· ἔδοξε τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς·
ἐπειδὴ Καλλικλῆς ἱεροκηρεκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων διατε-
λεῖ χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλ-
λοις Ἕλλησιν ἅπασιν ἀνεγκλήτως, ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε Καλλι-
κλῆ Καλλικλέος Ἀθηναῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δάφνης στεφάνωι
10 παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ
προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς τιθέασιν οἱ Ἀμφικτίονες.
Search Help
Contact Us