Syll.³ 436
[ ] Phokis — Delphi — 270 BC — SGDI 2507
1 θεο[ί].
[ἐπὶ] Νικοδάμου ἄρχοντος, ἱερομνημονούντων Αἰτ[ωλῶν Τιμολόχου, Νεοπτολέ]-
[μου], Γέλωνος, Δικαιάρχου, Στρατάγου Κρωβύλου, Ἀνδρ[ομάχου, Ἀλεξάνδρου, Ξενο]-
[κρά]τους, Δελφῶν Ἀριστοκράτους, Ἄνδρωνος, Βοιωτῶν Φαείν[ου Φιλίππου· ἐπεὶδὴ]
5 [Ἡρέ]ας ὑπηρετῶν τοῖς ἱερομνήμοσι ἐν Πυλαίαι καὶ ἐν Δελφοῖς κα[ὶ χρείας παρεχόμε]-
νος χρόνον πολὺν τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων ἀνενκλήτ[ως διατελεῖ],
ἔδοξε τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς, Πυθιοῖς· ἐπαινέσαι τε Ἡρέ[αν] Αἰσχρί̣ω̣[νος {²⁷Αἰσχριώ[νδα?}²⁷]
Λαμιῆ, οἰκοῦντα ἐν Ἡρακλείαι, καὶ στεφανῶσαι δάφνηι στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι [αὐ]-
τῶι προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, προεδρίαν, ἀτέλιαν πάντων. τὸν δὲ γραμματ[έα]
10 ἀναγράψαι τὰ δεδογμένα τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς ἐν τῶι ἱερῶ[ι]
τοῦ Ἀπόλλωνος.
Search Help
Contact Us