[ ]
Phokis — Delphi — 270 BC — SGDI 2507
| 1 | θεο[ί]. |
| [ἐπὶ] Νικοδάμου ἄρχοντος, ἱερομνημονούντων Αἰτ[ωλῶν Τιμολόχου, Νεοπτολέ]- | |
| [μου], Γέλωνος, Δικαιάρχου, Στρατάγου Κρωβύλου, Ἀνδρ[ομάχου, Ἀλεξάνδρου, Ξενο]- | |
| [κρά]τους, Δελφῶν Ἀριστοκράτους, Ἄνδρωνος, Βοιωτῶν Φαείν[ου Φιλίππου· ἐπεὶδὴ] | |
| 5 | [Ἡρέ]ας ὑπηρετῶν τοῖς ἱερομνήμοσι ἐν Πυλαίαι καὶ ἐν Δελφοῖς κα[ὶ χρείας παρεχόμε]- |
| νος χρόνον πολὺν τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων ἀνενκλήτ[ως διατελεῖ], | |
| ἔδοξε τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς, Πυθιοῖς· ἐπαινέσαι τε Ἡρέ[αν] Αἰσχρί̣ω̣[νος {²⁷Αἰσχριώ[νδα?}²⁷] | |
| Λαμιῆ, οἰκοῦντα ἐν Ἡρακλείαι, καὶ στεφανῶσαι δάφνηι στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι [αὐ]- | |
| τῶι προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, προεδρίαν, ἀτέλιαν πάντων. τὸν δὲ γραμματ[έα] | |
| 10 | ἀναγράψαι τὰ δεδογμένα τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς ἐν τῶι ἱερῶ[ι] |
| τοῦ Ἀπόλλωνος. |