[ ]
Phokis — Delphi — 266 or 262 BC — SGDI 2513
| 1 | ἐπὶ Καλλικλέος ἄρχοντος, πυλαίας ὀπω- |
| ρινῆς, ἱερομνημονούντων{ν} Αἰτωλῶν | |
| Νικιάδα, Λυκέα, Μικκύλου, Ὑβρίλλου, Λέωνος, | |
| Κρινολάου, Ἀντιλέωνος, Δαμοξένου, Ἀμυ- | |
| 5 | νάνδρου· Δελφῶν Δεξιθέου, Ἥρυος· Βοιωτῶν |
| Φαινάνδρου, Πέρμωνος· Φωκέων Μενεξένου· | |
| Λακεδαιμονίων Φαβέννου· ἔδωκαν οἱ ἱερο- | |
| μνάμονες Μέντορι Δαμοσθένεος <Αἰτωλῶι> ἐκγ Ναυπά- | |
| κτου αὐτῶι καὶ ἐκγόνοις προδικίαν καὶ ἀσφά- | |
| 10 | λειαν καὶ ἀσυλίαν καὶ ἀτέλειαν πάντων, |
| καὶ σκανὰν ἐμ πυλαίαι τὰν πρώταν ὑπάρχειν αὐ- | |
| τῶι, ἐπιμελωμένωι καὶ κατασκευάζοντι τὸν | |
| κόσμον τᾶι Ἀθάναι τᾶι Προναίαι. |