[ ]
Phokis — Delphi — ca. 260 BC
1 | θεοί. |
ἔδοξεν τῆι βουλῆι καί τωι δήμωι, στρατηγῶν, πρυτάνεων ἐξεταστῶν γνώμηι. ἐπειδὴ | |
Νεοπτόλεμος Φύσκου Αἰτωλός, πρόξενος ὢν καὶ πολίτης ἡμῶν, παραγενομένων εἰς Θερ- | |
μοπύλας τῶν πρεσβευτῶν Πυθαγόρου, Ἐπικούρου, Λάμπωνος, καὶ ἐμφανισάντων αὐτ̣[ῶι] | |
5 | περὶ ὧν ἦσαν ἀφεσταλμένοι, συνεβούλευέν τε καὶ συνέπραττεν φιλοτίμως ἃ ἦν χρήσιμα |
τῆι πόλει, καί ὤιετο δεῖν ἡμάς ἀποστεῖλαι πρεσβείαν πρὸς τὸ κοινὸν τῶν Αἰτωλῶν περὶ τῆς πόλιος | |
καὶ τῆς καταδίκης, καί αὐτὸς ἐπηγγείλατο συναντιλήψεσθαι τῶν τῆι πόλει συμφερόντων· ὅπως οὖν | |
ὁ δῆμος φαίνηται τιμῶν τοὺς προαιρουμένους εὐεργετεῖν τὴν πόλιν ἡμῶν, ἀγαθῆι τύχηι, δεδόχθαι τῆι | |
βουλῆι καὶ τῶι δήμωι, ἐπαινέσαι Νεοπτόλεμον Φύσκου καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκα | |
10 | καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον. ὅπως δὲ καὶ τόδε τὸ ψήφισμα καὶ ὁ στέφανος ἀναγραφήσεται εἰς στήλην |
καὶ ἀνατεθήσεται ἐν Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, ἐπιμεληθήτωσαν οἱ πρεσβευταὶ Πυθαγόρας | |
καὶ Ἐπίκουρος, καὶ ἐπιγραψάτωσαν· "ὁ δῆμος ὁ Ἐρυθραίων τῶν ἐν Ἰωνίαι Νεοπτόλεμον Φύσκου Αἰτωλόν." | |
ἀναγγειλάτωσαν δὲ καὶ οἱ ἀγωνοθέται τὸν στέφανον <ἐν> τοις Διονυσίοις καὶ τοῖς Σελευκείοις. ταῦτα δὲ | |
εῖναι εἰς φυλακὴν τῆς πόλεως. |