[ ] Phokis — Delphi — ca. 260 BC
1 θεοί.
ἔδοξεν τῆι βουλῆι καί τωι δήμωι, στρατηγῶν, πρυτάνεων ἐξεταστῶν γνώμηι. ἐπειδὴ
Νεοπτόλεμος Φύσκου Αἰτωλός, πρόξενος ὢν καὶ πολίτης ἡμῶν, παραγενομένων εἰς Θερ-
μοπύλας τῶν πρεσβευτῶν Πυθαγόρου, Ἐπικούρου, Λάμπωνος, καὶ ἐμφανισάντων αὐτ̣[ῶι]
5 περὶ ὧν ἦσαν ἀφεσταλμένοι, συνεβούλευέν τε καὶ συνέπραττεν φιλοτίμως ἃ ἦν χρήσιμα
τῆι πόλει, καί ὤιετο δεῖν ἡμάς ἀποστεῖλαι πρεσβείαν πρὸς τὸ κοινὸν τῶν Αἰτωλῶν περὶ τῆς πόλιος
καὶ τῆς καταδίκης, καί αὐτὸς ἐπηγγείλατο συναντιλήψεσθαι τῶν τῆι πόλει συμφερόντων· ὅπως οὖν
ὁ δῆμος φαίνηται τιμῶν τοὺς προαιρουμένους εὐεργετεῖν τὴν πόλιν ἡμῶν, ἀγαθῆι τύχηι, δεδόχθαι τῆι
βουλῆι καὶ τῶι δήμωι, ἐπαινέσαι Νεοπτόλεμον Φύσκου καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκα
10 καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον. ὅπως δὲ καὶ τόδε τὸ ψήφισμα καὶ ὁ στέφανος ἀναγραφήσεται εἰς στήλην
καὶ ἀνατεθήσεται ἐν Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, ἐπιμεληθήτωσαν οἱ πρεσβευταὶ Πυθαγόρας
καὶ Ἐπίκουρος, καὶ ἐπιγραψάτωσαν· "ὁ δῆμος ὁ Ἐρυθραίων τῶν ἐν Ἰωνίαι Νεοπτόλεμον Φύσκου Αἰτωλόν."
ἀναγγειλάτωσαν δὲ καὶ οἱ ἀγωνοθέται τὸν στέφανον <ἐν> τοις Διονυσίοις καὶ τοῖς Σελευκείοις. ταῦτα δὲ
εῖναι εἰς φυλακὴν τῆς πόλεως.
Search Help
Contact Us