[ ] Phokis — Delphi — 189/88 BC — CIG 1693
1 ἀγαθὰ τύχα. ἄρχοντος <Ξέν>ων[ος]·
ἐπειδὴ Δαμοκράτης καὶ ΤΙΜΑΣΝΙ κα<ὶ Ἄ>θαμβο<ς> ὁ ἱε<ρε>ὺς ἐξαποσταλέντες
θεωροὶ ποτὶ τὸν <β>ασ<ιλῆ Ἀν>τ<ίο>χ<ον> ἐπὶ τὰν ἐκκλησίαν
ἀνάγγειλα[ν]
5 περὶ Δικαιάρχου τοῦ Φιλωνίδα Λαοδικέος, ὅτι ἀνὴρ ἀγαθὸς <δια>τε[λεῖ ὢν ποτί τε]
τὸ <ἱερ>ὸν καὶ τὰν πόλιν τῶν Δελφῶν καὶ περὶ πλείστου ποιείμενος
τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν εὔ<χρ>η<στον> α<ὐ>σω<τὸ>ν παρασκευάζει
ἐν παντὶ καιρῶι καὶ κοινᾶι τᾶι πόλει καὶ ἰδίαι τοῖς ἐ<ν>τυγχανόν-
τοις, <εἰς ἅ> κα τις αὐ<τ>ὸν παρακαλῆ, καὶ τοῖς ἀφικνουμένοις
10 Δελφῶν ποτὶ τὸν βασιλῆ {Α} Ἀντίοχοος συνεργεῖ μετὰ πάσ<α>ς
προθυμίας, <ἐν οἷς> κα {ι} τυγχάνων<τι> χρεί<α>ν ἔχοντες, καὶ λέγει
καὶ πράσσει <τὰ συμφέροντα> διὰ παντὸς παρὰ τῶι βασιλεῖ Ἀντιόχωι περὶ
τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τῶν Δελφῶν, ἀγαθᾶι τύχαι,
δεδόχθαι <τ>ᾶι πόλει τῶν Δελφῶν <ἐν> ἀγορᾶι <τελείωι σὺμ ψ>άφοις ταῖς
15 ἐννόμοις ἐπαινέσαι Δικαίαρχον Φιλ<ω>νίδα Λαοδικέα τῶν
ποτὶ θαλάσσαι ἐ<π>ὶ τᾶι εὐσ<εβε>ίαι καὶ ἐπ<ὶ> τᾶι λοιπᾶι προ<α>ιρέσει ἇ<ι>
ἔχων τυγχάνει ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν τῶν <Δελφῶν καὶ ὑπάρχειν> αὐτῶι <κ>[αὶ ἐγγόνοις παρὰ τᾶς πόλιος]
θεωροδοκίαν τῶν <τ>ε Πυθίων καὶ Σωτηρίων. εἶμεν δὲ
αὐτὸν καὶ πρόξενον καὶ εὐεργέταν {ιον} τοῦ ἱεροῦ καὶ
20 τᾶς πόλιος τῶν Δελφῶν, καὶ ὑπά<ρχε>ιν αὐτῶι προμαντείαν,
προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν<των, προεδρ>ίαν ἐμ π<άντο>ις τοῖς
ἀγώνοις, <οἷς> ἁ π{ρ}όλις {²⁶πόλις}²⁶ <τίθητι> καὶ τἆλλα τ<ίμ>ι<α ὅ>σα καὶ τοῖς
ἄλλοις προξένοις καὶ ε<ὐ>ερ<γέτα>ις <ὑπ>ά<ρχ>ει παρὰ τᾶς πόλιος.
Search Help