[ ] Phokis — Delphi — 224-220 BC
1 θεοί.
Δελφοὶ ἔδωκαν Ἀρτεμιδώρωι, Ἀγήμονι, Σιδύμωι Μενύλλου Ἀλαβανδεῦσι
αὐτοῖς καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν,
ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις·
5 ἄρχοντος Ἀρχέλα, βουλευόντων Καλλικλέος, Ἀριστομάχου, Νικοδώρου.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server