[ ]
Phokis — Delphi — 185 BC
1 | ἄρχοντος Νικοβούλου, μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων Βούλωνος τῶι Ἀπόλλωνι |
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λαρίσα, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς ἐπίστευσε τῶι θεῶι | |
τὰν ὠνὰν Λαρίσα ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, | |
ποιέουσαν ὅ κα θέληι. βεβαιωτήρ· Ἀγίων Καλλικράτεος. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος, | |
5 | καὶ τοὶ ἄρχοντες Δάμων, Ξενοχάρ[ης], Εὐκράτης. |