[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Θάρρ[υ]ος μηνὸς Παναγυρίου ὡς Ἀμφισσεῖς
ἄγοντι, ἐν Δελφοῖς δὲ ἄρχοντος Δαμοστράτου μηνὸς
Ποιτροπίου, ἀπέδοτο Τέλων καὶ Κλητώ, συνευδοκέον-
τος τοῦ υἱοῦ Στράτωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
5 ἀνδρεῖον ὧι ὄνομα Σῶσος τὸ γένος Καππάδοκα, τιμᾶς ἀρ-
γυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Σῶσος τῶι θεῶι τὰν
ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ
πάντων τὸν πάντα χρόνον. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ κα-
τὰ τὸ σύμβολον· Φιλόξενος Δωροθέου Ἀμφισσεύς. ἁ δὲ προ-
10 τερασία ὠνὰ ἁ γενομένα Σώσου τῶι Ἀπόλλωνι ἐπὶ ἄρχον-
τος ἐν Δελφοῖς Θρ[α]συκλέος καὶ τὰ ἐν τᾶι ὠνᾶι ποτιγεγραμμέ-
να ὥσστε παραμεῖναι Σῶσον παρὰ Τέλωνα καὶ Κλητὼ ἇς
κα ζώωντι ἀτελὴς καὶ ἀρμένα ἔστω. μάρτυροι· οἱ ἱερεῖς
τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνικος καὶ ὁ ἄρχων Πυῤ-
15 ῥίας Ἀρχελάου καὶ Ἀμφισσεῖς Χαρίξενος Ἐκεφύλου,
Πολύκριτος, Ἀριστόδαμος Καλλικλέος, Εὐθύδαμος Πο-
λύκριτου, Δωρόθεος Τιμασίου, Δημήτριος Μονίμου. τὰν
ὠνὰν φυλάσσοντι οἵ τε ἱερεῖς Πραξίας καὶ Ἀνδρό-
νικος καὶ Ἀμφισσεῖς Πολύκριτος, [Χαρί]ξεν[ος]
20 Ἐκεφύλου.
Search Help
Contact Us