[ ] Phokis — Delphi — 192/191 BC
1 στραταγέοντος Φαινέα τὸ δεύτερον μηνὸς Δίου, ἐΔελφοῖς]
δὲ ἄρχοντος Κλεοδάμου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ-
[δε ἀπέδο]το Δαμάγων Ἀμφισσ[εὺς] Δαμὼ καὶ Ξενοκλῆν
[τῶι Ἀπόλ]λωνι τῶι Πυθίωι, τὸ γέ[ν]ος Λάκωνας, ἀργυρίου
5 μν[ᾶν ἕ]ξ, καθὼς ἐπίστευσαν [Δαμ]ὼ καὶ Ξε[ν]οκλῆς τῶι
θεῶι τὰν ὠνάν, ἐφ ὧι αὐτοὺς ἐλευθέρους εἶμεν, ποέον-
τας ὅ κα θέλωντι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Τιμό-
δαμος, Εὔδικος Μυανεῖς. τὰ[ν] τιμὰν ἔχει. [μ]άρτυρες· ὁ ἱερεὺς
τοῦ Ἀπόλλωνος Ξένων καὶ οἱ ἄρχοντες [Ἀ]μύντας, Πραξί-
10 ας· Παρνάσσιος, Δίων, Βαβύλος Λυσιδάμου Δελφοί, Λύκος
Νικομάχου, Θεαγένης Μενάνδρου, Ἀριστομένης Ἀριστο-
κλέος Ἀμφισσεῖς, Ὀλύμπιχος Ἀντιοχεύς.
Search Help
Contact Us