[ ]
Phokis — Delphi — 192/191 BC
| 1 | στραταγέοντος Φαινέα τὸ δεύτερον μηνὸς Δίου, ἐ[ν Δελφοῖς] |
| δὲ ἄρχοντος Κλεοδάμου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ- | |
| [δε ἀπέδο]το Δαμάγων Ἀμφισσ[εὺς] Δαμὼ καὶ Ξενοκλῆν | |
| [τῶι Ἀπόλ]λωνι τῶι Πυθίωι, τὸ γέ[ν]ος Λάκωνας, ἀργυρίου | |
| 5 | μν[ᾶν ἕ]ξ, καθὼς ἐπίστευσαν [Δαμ]ὼ καὶ Ξε[ν]οκλῆς τῶι |
| θεῶι τὰν ὠνάν, ἐφ ὧι αὐτοὺς ἐλευθέρους εἶμεν, ποέον- | |
| τας ὅ κα θέλωντι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Τιμό- | |
| δαμος, Εὔδικος Μυανεῖς. τὰ[ν] τιμὰν ἔχει. [μ]άρτυρες· ὁ ἱερεὺς | |
| τοῦ Ἀπόλλωνος Ξένων καὶ οἱ ἄρχοντες [Ἀ]μύντας, Πραξί- | |
| 10 | ας· Παρνάσσιος, Δίων, Βαβύλος Λυσιδάμου Δελφοί, Λύκος |
| Νικομάχου, Θεαγένης Μενάνδρου, Ἀριστομένης Ἀριστο- | |
| κλέος Ἀμφισσεῖς, Ὀλύμπιχος Ἀντιοχεύς. |