[ ]
Phokis — Delphi — 194 BC
1 | στραταγέοντος Δικαιάρχου Τριχονέος μηνὸς Διονυσίου, ἐν Δελφοῖς |
δὲ ἄρχοντος Διοδώρου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδο- | |
το Εὔνικος Φυσκεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
ἇι ὄνομα Δημητρία τὸ γένος ἐκ Περγάμου, τιμᾶς ἀργυρίου | |
5 | μνᾶν τεσσάρων, συνεπαινεόντων τῶν Εὐνίκου υἱῶν Ἀρχεδά- |
μου, Νικοδώρου, καθὼς ἐπίστευσε Δημητρία τῶι θεῶι τὰν ὠνάν, | |
ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποέουσαν ὅ κα θέληι βεβαιω- | |
τὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Στράμβος Οἰνο- | |
αῖος. μάρτυρες· Ἀρχιάδας Δεξιθέου, Ἀριστόμαχος | |
10 | Ἀριστοβούλου, Καλλίας Ἐμμενίδα, Δαμοχάρης Καλλεί- |
δα Δελφοί, Λυσίας Ἡρακλείδα Πλυγονεύς, | |
Κρατῖνος Μεδεώνιος. |