[ ]
Phokis — Delphi — 194 BC
| 1 | στραταγέοντος Δικαιάρχου Τριχονέος μηνὸς Διονυσίου, ἐν Δελφοῖς |
| δὲ ἄρχοντος Διοδώρου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδο- | |
| το Εὔνικος Φυσκεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
| ἇι ὄνομα Δημητρία τὸ γένος ἐκ Περγάμου, τιμᾶς ἀργυρίου | |
| 5 | μνᾶν τεσσάρων, συνεπαινεόντων τῶν Εὐνίκου υἱῶν Ἀρχεδά- |
| μου, Νικοδώρου, καθὼς ἐπίστευσε Δημητρία τῶι θεῶι τὰν ὠνάν, | |
| ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποέουσαν ὅ κα θέληι βεβαιω- | |
| τὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Στράμβος Οἰνο- | |
| αῖος. μάρτυρες· Ἀρχιάδας Δεξιθέου, Ἀριστόμαχος | |
| 10 | Ἀριστοβούλου, Καλλίας Ἐμμενίδα, Δαμοχάρης Καλλεί- |
| δα Δελφοί, Λυσίας Ἡρακλείδα Πλυγονεύς, | |
| Κρατῖνος Μεδεώνιος. |