[ ]
Phokis — Delphi — 194 BC
| 1 | στραταγέοντος Δικαιάρχου Τριχονέος μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ |
| ἄρχοντος Διοδώρου μηνὸς Θεοξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρίστων Ἀρι- | |
| στίωνος Χαλειεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι Σώσιον τὰν ἰδίαν, ἀργυ- | |
| ρίου μνᾶν πέντε. βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Βούλων | |
| 5 | Ξένωνος Δελφός, Σέλευκος Ἐπινίκου Πλυγονεύς. παραμενέτω δὲ |
| Σώσιον παρὰ Ἀρίστωνα ποέουσα τὸ ποτιτασσόμενον τὸ δυνατὸν ἄχρι | |
| κα ζώηι Ἀρίστων. εἰ δέ τί κα πάθη Ἀρίστων, τοῦ θεοῦ ἔστω Σώσιον | |
| ἐλευθέρα οὖσα καὶ κυριεύουσα αὐτοσαυτᾶς καὶ ποέουσα ὅ κα θέληι, | |
| κα[θ]ὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν Σώσιον. μάρτυρες· Ξένων, | |
| 10 | Ἄθαμβος τοὶ ἱερεῖς, Πράοχος, Πατρέας, Ξενοχάρης, Εὐρύμαχος, Κράτων |
| Ῥοδίου, Ἰατάδας Δελφοί, Δωρόθεος, Ἁρμόλαος Χαλειεῖς. |