[ ] Phokis — Delphi — 199 BC
1 στραταγέοντος Χαλέπου Ναυπακτίου μηνὸς Ἀθαναίου, ἐν Δελφοῖς δὲ ἄρχοντος
Ὑβρία μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἁγησίας Πολυτίμου Πλυγονεὺς τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Στρατώ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, ἐφ’ ὧι-
τε αὐτὰν ἐλευθέραν εἶμεν, ποιέουσαν ὅ κα θέληι, καθὼς ἐπίστευσε Στρατὼ τὰν ὠνὰν
5 τῶι θεῶι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Σέλευκος Ἐπινίκου Πλυγο-
νεύς. μάρτυρες· τοὶ ἱερεῖς Εὐκλῆς, Ξένων καὶ τοὶ προστάται Μαντίας, Αἰακίδας
καὶ ὁ νεωκόρος Κλέων Ὀρέστα, ἰδιῶται Καλλικράτης, Πατρέας, Καλλείδας
Δελφοί, Ἀγασέας, Σίμων, Ἐργασίων Πλυγονεῖς, Φιλλέας Οἰνοαῖος.
Search Help
Contact Us