[ ]
Phokis — Delphi — 199 BC
| 1 | στραταγέοντος Χαλέπου Ναυπακτίου μηνὸς Ἀθαναίου, ἐν Δελφοῖς δὲ ἄρχοντος |
| Ὑβρία μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἁγησίας Πολυτίμου Πλυγονεὺς τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Στρατώ, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, ἐφ’ ὧι- | |
| τε αὐτὰν ἐλευθέραν εἶμεν, ποιέουσαν ὅ κα θέληι, καθὼς ἐπίστευσε Στρατὼ τὰν ὠνὰν | |
| 5 | τῶι θεῶι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Σέλευκος Ἐπινίκου Πλυγο- |
| νεύς. μάρτυρες· τοὶ ἱερεῖς Εὐκλῆς, Ξένων καὶ τοὶ προστάται Μαντίας, Αἰακίδας | |
| καὶ ὁ νεωκόρος Κλέων Ὀρέστα, ἰδιῶται Καλλικράτης, Πατρέας, Καλλείδας | |
| Δελφοί, Ἀγασέας, Σίμων, Ἐργασίων Πλυγονεῖς, Φιλλέας Οἰνοαῖος. |