[ ]
Phokis — Delphi — 100 BC
| 1 | ἄρχοντος ἐν Ἀμβρύσσω Ἐπι[τέλου μηνὸς δευ]- |
| τέρου, ἐν δὲ Δελφοῖς ἄρχοντ[ος Κλεάνδρου] | |
| μηνὸς Δαιδαφορίου, ἀπέδοτο [τῶ Ἀπόλλωνι] | |
| τῶ Πυθίωι ἐπ’ ἐλευθερία [Μεν]εκράτωι [Ἀμ]- | |
| 5 | βρυσσίς, συν[ευδ]ο[κέοντος ․․․․․․․․․ τοῦ] |
| ἀνδρὸς αὐτᾶς [καὶ τᾶς θυ]γατρὸς αὐ[τᾶς ․․․]- | |
| ου, σῶμα γυναικεῖον ἇ ὄνομα Ῥόδιον, τιμᾶς | |
| ἀργυρίου μνᾶν [ἕξ], καθὼς ἐπίστευσε τῶ θεῶ [τὰν] | |
| ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον | |
| 10 | τὸν πάντα χρό[νο]ν, ποιοῦσαν ὅ κα θέλη καὶ ἀποτρέ- |
| χουσαν οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους | |
| Καλλικράτης Διοδώρου Δελφός. εἰ δέ τι[ς] ἐφά- | |
| πτοι[το Ῥο]δίου ἐπὶ καταδουλισμῶ, βέβαιον παρε- | |
| χέτω τῶ θεῶ τὰν ὠνὰν ἅ τε ἀποδομένα Μενε[κράτεια] | |
| 15 | [unfinished] |