[ ]
Phokis — Delphi
| 1 | ἄρχοντος Καλλιδάμου μηνὸς Ποιτροπίου, |
| βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἀ- | |
| μύντα, Γλαύκου, γραμματεύοντος δὲ Ἁ- | |
| βρομάχου, ἀπέδοτο Δικαιαγόρα Διοδώρου | |
| 5 | τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖ- |
| ον ἇι ὄνομα Περιστερὰ οἰκογενής, τιμᾶς ἀρ- | |
| γυρίου μνᾶν τριῶν ἡμιμναίου, καὶ τὰν τι- | |
| μὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Περι- | |
| στερὰ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευ- | |
| 10 | θέρα εἶμεν καὶ ἀνέφαπτος τὸν πάντα χρό- |
| νον, ποιέουσα ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς | |
| κα θέληι, συνευδοκέοντος καὶ τοῦ ὑοῦ Δι- | |
| οδώρου. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς | |
| πόλιος· Ἄρχων Καλλία. εἰ δέ τις ἐφά- | |
| 15 | πτοιτο Περιστερᾶς ἐπὶ καταδουλισ- |
| μῶι, κύριος ἔστω ὁ πα<ρα>τυχὼν συ- | |
| λέων ὡς ἐλευ- | |
| θέραν οὖσαν | |
| ἀζάμιος ὢν καὶ ἀνυπόδι[κος πάσας] | |
| 20 | δίκας καὶ ζαμίας. μάρτυρ[οι· οἱ ἱερεῖ]ς |
| τοῦ Ἀπόλλωνος Ἄρχων Κα[λλία, Ἄθα]μβος | |
| Ἁβρομάχου κα<ὶ> τῶν ἀρχόν[των Ἀμύν]τας, | |
| Ἁβρόμαχος καὶ ὁ ναοκόρος Ἀ[τεισίδας], ἰδι- | |
| ῶται Γοργύλος, Τιμόκριτος, [․․․․․․]δας, | |
| 25 | Πατρέας, Πράοχος, Θεόφρασ[τος]. |