[ ]
Phokis — Delphi — ca. 140-100 BC
| 1 | ἄρχοντος Τιμοκρίτου τοῦ Εὐκλείδα μηνὸς Ἀμαλίου, Βουλευόντων |
| τὰν δευτέραν ἑξάμηνον Ἀριστίωνος τοῦ Εὐκλείδα, Ἀσανδρίδα Πραόχου τοῦ Ἀρ- | |
| χελάου, γραμματεύοντος δὲ Πάτρωνος τοῦ Ἰατάδα, ἐν δέ Ἀμφίσσα ἄρχον- | |
| τος Νικάρχου τοῦ Ἰόλα μηνὸς Γιγαντί[ου], ἐπὶ τοῖσδε ἀπέδοτο Ξάνθιον, | |
| 5 | συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς [․․]κία καὶ τοῦ υἱοῦ αὐτᾶς Καφισία |
| καὶ τᾶς θυγατέρος Μελισσίδος, τῶι Ἀπ[όλλω]νι τῶι Πυθίωι σῶμα γυναικεῖ- | |
| ον ἇι ὄνομα Κοσσύφα τὸ γένος Σύραν καὶ τὸν υἱὸν αὐτᾶς Μανθ[ά]νην, | |
| τιμᾶς ἀργυρίου [μνᾶν τεσσ]άρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς [ἐπί]- | |
| [στευσαν Κοσ]σύφ[α κ]αὶ Μαν[θάνη]ς τὰν ὠνὰν τῶι θεῶι. βεβαιωτῆρ[ες] κατὰ | |
| 10 | τοὺς νόμους τᾶς πόλιος· Καφισίων [․․․․ Ἀμ]φισσεύς, Πασίων Κλέωνος Δελφός. |
| εἰ δέ τις {αν} ἐφάπτοιτο Κοσσύφας ἢ Μαν[θά]νου ἐπὶ καταδουλισμῶι, βέβαι- | |
| ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ξάνθιον καὶ οἱ βεβαιωτῆ- | |
| ρες· εἰ δὲ μὴ παρέχοιν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοί[ως δὲ] καὶ οἱ παρα- | |
| τυγχάνοντες κύριοι ἐόντων συλέοντες Κοσσύφαν καὶ Μανθά[νην] ὡς ἐλευθέρους | |
| 15 | ἐόντας ἀζάμιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. |
| μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος καὶ ἰδιῶται Τιμόκριτος, Ξενόκριτος | |
| Ταραντίνου, Κλέων Κλευδάμου, Ταραντῖνος Ξενοκρίτου Δελφοί, Ἀγησίλαος | |
| Δαμοκλέος, Δαμοκλῆς Μνασιλάου, Τιμέας, Στρατόνικος, Δαμόφαντος, Ἰσαῖος | |
| Ἀμφισσεῖς. |