[ ]
Phokis — Delphi — ca. 140-100 BC
| 1 | ἄρχοντος Ξενοκρίτου μηνὸς Ποιτροπί- |
| ου τοῦ δευτέρου, βουλευόντων τὰν | |
| πρώταν ἑξάμηνον Σω- | |
| σιπάτρου τοῦ Αἰακίδα, Σωξένου τοῦ | |
| 5 | Ἐχεφύλου, γραμματεύοντος δὲ Γενναίου |
| τοῦ Ἡράκωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀριστίων | |
| [Ἀναξ]ανδρία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι | |
| ὄνομα Ἵλαρον τὸ γένος ἐνδογενῆ, τιμᾶς ἀργυρίου μνᾶν πέν- | |
| τε, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Ἵλαρον τῶι θε- | |
| 10 | ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάν- |
| των τὸν πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα | |
| οἷς κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος· Βαβύλος | |
| Αἰ[ακί]δα. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῶι Ἱλάρου, βέβαι- | |
| ον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀρι- | |
| 15 | στίων καὶ ὁ βεβαιωτὴρ Βαβύλος· εἰ δὲ μὴ παρέχοιν βέβαιον |
| τῶι θεῶι τὰν ὠνάν, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον | |
| τᾶς πόλιος. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόν- | |
| των συλέοντες Ἵλαρον ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμ- | |
| ιοι ἐόντες οἱ συλέοντες καὶ ἀνυπόδικοι πάσας [δί]κας | |
| 20 | καὶ ζαμίας. εἰ δέ τι γένοιτο ἐξ Ἱλάρου ἔκ- |
| γονον, ἐπίνομον ἔστω ὧν κα ἐπικτήσηται | |
| Ἵλαρον. εἰ δὲ ἀνθρώπινόν τι γένοιτο [περὶ] | |
| Ἵλαρον ἀγενῆ οὖσαν, [ἅ κα] ἐπικτήση- | |
| ται Ἵλαρον Ἀριστίωνος ἔστω. μάρτυρ[οι]· | |
| 25 | ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄρχων καὶ οἱ |
| ἄρχοντες Σωσίπατρος, Σώξενος, | |
| Γενναῖος καὶ ὁ νεωκόρος Μένης | |
| καὶ ἰδιῶται [Λ]αιάδας, Βαβύλος Ἀνδρο- | |
| μένεος, Ἀναξανδρίδας, Πάτρων | |
| 30 | Ἰατάδα, [Σέλευκ]ος [Ἀρισ]τομάχου, Τι[μόκριτος]. |