[ ]
Phokis — Delphi — 184 BC
| 1 | ἀγαθᾶι τύχαι. |
| ἄρχοντος Εὐκράτεος μηνὸς Ἰλαίου, τάδε διέθετο | |
| Νίκων ὑπὲρ Δωρήματος, συνευδοκεούσας τᾶς θυγα- | |
| τέρος Καλλιβούλας. εἰ μέν κα ἐπιβιώση Νίκων ἔτη | |
| 5 | ὀκτὼ ἢ πλείονα, παραμείνασαν, εἴ τί κα πάθηι Νίκων, |
| ἐλευθέραν εἶμεν Δώρημα· εἰ δέ τί κα πρότερον πάθη[ι] | |
| Νίκων πρὸ τοῦ τὰ ὀκτὼ ἔτη διελθεῖν, κατενέγκαι Δώ- | |
| ρημα Καλλιβούλαι τοῦ καταλειπομένου χρόνου ἐν τ[ὰ] | |
| ὀκτὼ ἔτη τοῦ ἐνιαυτοῦ ἑκάστου ἀργυρίου ἡμιμναῖον, | |
| 10 | οἰκέουσαν ἔξω καὶ κυριεύουσαν αὐτοσαυτᾶς· ἄρξει |
| τῶν ὀκτὼ ἐτέων μὴν Ἰλαῖος ὁ ἐπὶ Εὐκράτεος ἄρχοντος. | |
| ἐπὶ τούτοις ἔδωκε Νίκων τὰν ὠνὰν Δωρήματος τῶι | |
| Ἀπόλλωνι τῶι Πυθίωι. βεβαιωτὴρ τούτων ἐπιτελεσ- | |
| θέντων· Ἀρχέλαος Θηβαγόρα Δελφός. μάρτυρες· | |
| 15 | ὁ ἱερε{ρε}ὺς {²⁶ἱερεὺς}²⁶ Ἄθαμβος καὶ τῶν ἀρχόντων Σωδαμί- |
| δας, Κράτων, ἰδιῶται Μένων, Σωτύλος, Ἀγάθων, | |
| Εὐκλῆς, Ἄνδρων. ἁ ὠνὰ παρὰ Ἄθαμβον τὸν ἱερῆ. |