[ ] Phokis — Delphi — 194 BC
1 στραταγέοντος Θόα τὸ δεύτερον μηνὸς Ἀθαναίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Πειθαγόρα
μηνὸς Ἡραίου, ἀπέδοτο Σωτίων Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
ἇι ὄνομα Ἡδεῖα τὸ γένος Μακέταν ἐξ Ὠρωποῦ, τιμᾶς ἀργυρίου στατήρων ἐνενήκοντα
τριῶν ἐννέ’ ὀβολῶν. βεβαιωτὴ[ρ κ]ατὰ τὸν νόμον· Λαμπρίας Ἀλεξομενοῦ Ἀμφισσεύς. παραμει-
5 νάτω δὲ Ἡδεῖα παρὰ Σωτίωνα ἕως κα ζῆι Σωτίων. ἐπεὶ δὲ κα δι[α]λίπηι Σωτίων, ἱερὰ ἔστω
Ἡδεῖα τοῦ Ἀπόλλωνος καὶ ἀνέφαπτος· εἰ δὲ μή, ὁ παρατυχὼν κύριος ἔστω ἀφαιρείμενος
ὡς ἱερὰν οὖσαν Ἡδεῖαν. μάρτυρες Βαβύλος· Σώτιμος, Ἀριστόμαχος, Διόδωρ[ο]ς,
Μένων.
Search Help
Contact Us