[ ] Phokis — Delphi — 198 BC
1 στραταγέοντος Χαλέπο[υ μη]νὸς Εὐθυαίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ὑβρία μηνὸς Ἁμαλίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Μένα[ρχ]ος Μενάνδρου Πλυγονεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα
δύο οἷς ὀνόματα Ξένων, Πειθόλαος, ἀργυρίου μνᾶν ὀκτώ. βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν
συμβολάν· Πολύκλειτος Πεισίλα, Ἁγίων Καλλικράτεος Δελφοί. παραμενόντω δὲ Ξένων καὶ Πειθό-
5 λαος παρὰ Μέναρχον ἄχρι κα ζώηι Μέναρχος. ἐπεὶ δέ κά τι πάθη Μέναρχος, τοῦ θεοῦ ἔστων Ξένων
καὶ Πειθόλαος κυριεύοντες αὐτοσαυτῶν ἐλεύθεροι ὄντες καὶ ἀνέφαπτοι τὸν πάντα χρόνον,
καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. βέβαιον δὲ παρεχόντω τὰν ὠνὰν ὅ τε ἀποδόμενος
Μέναρχος καὶ οἱ βεβαιωτῆρες τῶι θεῶι· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω τῶι θεῶι καὶ Ξένωνι
καὶ Πειθ̣ολάωι καὶ τῶι ὑπὲρ τὸν θεὸν θέλοντι πράσσειν αὐτοῦ καὶ τοῦ ἡμιολίου μνᾶν δεκαδύο.
10 οἱ δὲ πράσσοντες ἀζάμιοι ἐόντω καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. εἰ δέ τίς κα ἅπτηται
Ξένωνος ἢ Πειθολάου τελευτάσαντος Μενάρχου, κύριοι ἔστων οἱ συλέοντες ὡς ἐλευθέρους
ὄντας καὶ τοῦ θεοῦ ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς
Εὐκλῆς, Ξένων καὶ οἱ προστάται Μαντίας, Αἰακίδας καὶ ὁ νεωκόρος Κλέων Ὀρέστα, Ἄθαμβος,
Ταραντῖνος, Πράοχος, Βαβύλος Λυσιδάμου, Δίων Κλέωνος, Πρώταρχος, Εὐκλείδας, Δαμοχάρης,
15 Φιλαίτωλος, Βούλων Ξένωνος Δελφοί, Πυθέας, Δαμόξενος, Μείδων, Αἴγιμος Πλυγονεῖς, Νέαρχος
Ποταναῖος, Εὔτυχος Φαρσάλιος. — — ταῦτα δὲ ἐγένετο ἀνάμεσον τοῦ ναοῦ καὶ τοῦ βωμοῦ.
ὀμοσάτω δὲ Μέναρχος ἐναντίον τῶν ἱερέων τὸν νόμιμον ὅρκον παρὰ τὸν Ἀπόλλω μήτε αὐτὸ%⁸⁰ς
ἀδικησεῖν Ξένωνα μηδὲ Πειθόλαον ἇς κα ζῆ μηδὲ ἄλλωι ἐπιτρεψεῖν· εἰ δέ ἢ αὐτὸς ἀδικέοι ἢ ἄλλωι
ἐπιτρέψαι, ἔνοχος ἔστω Μέναρχος τῶι τε ἐφιορκεῖν καὶ παραβαίνειν τὰ συνκείμενα, καὶ ὁμοίως
20 κύριοι ἐόντω οἵ τε βεβαιωτῆρες καὶ ἄλλος ὁ θέλων ἀποκαθιστάοντες Ξένωνα καὶ Πειθόλαον ἐν τὸ
ἱερὸν ἀζάμιοι καὶ ἀνυπόδικοι ὄντες πάσας δίκας καὶ ζαμίας. τὸν αὐτὸν δὲ ὅρκον ὀμοσάντω Ξένων
καὶ Πειθόλαος Μενάρχωι παραμενεῖν παρὰ Μέναρχον ἔντε κα ζώη μετὰ πάσας εὐνοίας δουλεύοντες
καὶ ποιέοντες τὸ ποτιτασσόμενον. εἰ δέ τί κα ἐπικαλῆ Μέναρχος Ξένωνι ἢ Πειθολάωι ἢ Ξένων ἢ Πει-
θόλαος ἀντιλέγωντι ποτὶ Μέναρχον, κριθέντω ἐν τοῖς ἱερέοις τοῦ Ἀπόλλωνος καὶ Κλέωνι Δίω]ος,
25 καὶ ὅ τι κα οὗτοι κρίνωντι, κύριον ἔστω. εἰ δέ τί κα πάθη Κλέων, ἄλλον ἀνθελέσθω Μέναρχος Δελφὸν
ὅν κα αὐτὸς θέληι. ὤμοσαν ποτὶ τῶι βω{ι}μῶι {²⁶βωμῶι}²⁶ τᾶι αὐτᾶι ἁμέραι ἔναντι τῶν ἱερέων καὶ τῶμ
μαρτύρων.
Search Help
Contact Us