[ ]
Phokis — Delphi — 178 BC
| 1 | ἄρχοντος ἐν Δελφοῖς Πραξία μηνὸς Ἀπελλαίου, |
| Ἄσανδρος Μενάνδρου Βεροιαῖος ἀνατίθησι τῶι | |
| Ἀπόλλωνι τῶι Πυθίωι ἐλευθέραν ἐμ παραθήκηι | |
| Εὐπορίαν τὴν αὐτοῦ παιδίσκην καταβεβληκυῖαν | |
| 5 | δραχμὰς Ἀλεξανδρείας διακοσίας. συμ- |
| παραπεμψάτω δὲ Ἄσανδρον εἰς Μακεδονίαν | |
| καὶ ἔστω οὕτως ἐλευθέρα. μάρτυρες· | |
| Μένανδρος Εὐφρονίου, Ἀμύντας Λάτου, | |
| Παράμονος Καλλιστράτου. |