[ ]
Phokis — Delphi — 179 BC
| 1 | ἄρχοντος Μαντία μηνὸς Βυσίου, ἀπέδοτο |
| <․․․․․․․> Καφὼ τῶι Ἀπόλλωνι τῶ[ι] Πυθίωι σῶμα | |
| γυναικεῖον ἇι Ζωπύρα, ἀργυρίου μνᾶν | |
| τεσσάρων, ἐπεὶ καὶ {τ} αὐτὰ ἐπίστευσε τῶι θεῶι, | |
| 5 | ὥστε ἐλ[ε]υθέραν εἶμεν. βεβαιωτὴρ κατὰ [τ]ὸν νόμον· |
| Δαμοκράτης Καλλιγένεος. ἔστω δὲ ἁ ὠνὰ αὐ- | |
| τα<ς> κυρία καὶ βέβαιος τῶι θεῶι, ἐπεί κα Καφώ τι | |
| πάθη. μάρτυροι· Πολυκράτης, Σωδαμίδας· Φαῖν- | |
| ις, Μενέστρατος. |